Exodus, Chapter 1
- Ταῦτα τὰ ὀνόµατα τῶν υἱῶν Ισραηλ τῶν εἰσπεπορευµένων εἰς Αἴγυπτον ἅµα Ιακωβ τῷ πατρὶ
αὐτῶν — ἕκαστος πανοικίᾳ αὐτῶν εἰσήλθοσαν - Ρουβην, Συµεων, Λευι, Ιουδας,
- Ισσαχαρ, Ζαβουλων καὶ Βενιαµιν,
- Δαν καὶ Νεφθαλι, Γαδ καὶ Ασηρ.
- Ιωσηφ δὲ ἦν ἐν Αἰγύπτῳ. ἦσαν δὲ πᾶσαι ψυχαὶ ἐξ Ιακωβ πέντε καὶ ἑβδοµήκοντα.
- ἐτελεύτησεν δὲ Ιωσηφ καὶ πάντες οἱ ἀδελφοὶ αὐτοῦ καὶ πᾶσα ἡ γενεὰ ἐκείνη.
- οἱ δὲ υἱοὶ Ισραηλ ηὐξήθησαν καὶ ἐπληθύνθησαν καὶ χυδαῖοι ἐγένοντο καὶ κατίσχυον σφόδρα σφόδρα, ἐπλήθυνεν δὲ ἡ γῆ αὐτούς.
- Ἀνέστη δὲ βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ιωσηφ.
- εἶπεν δὲ τῷ ἔθνει αὐτοῦ Ἰδοὺ τὸ γένος τῶν υἱῶν Ισραηλ µέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡµᾶς·
- δεῦτε οὖν κατασοφισώµεθα αὐτούς, µήποτε πληθυνθῇ καί, ἡνίκα ἂν συµβῇ ἡµῖν πόλεµος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεµήσαντες ἡµᾶς ἐξελεύσονται ἐκ τῆς γῆς.
- καὶ ἐπέστησεν αὐτοῖς ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις· καὶ ᾠκοδόµησαν πόλεις ὀχυρὰς τῷ Φαραω, τήν τε Πιθωµ καὶ Ραµεσση καὶ Ων, ἥ ἐστιν Ἡλίου πόλις.
- καθότι δὲ αὐτοὺς ἐταπείνουν, τοσούτῳ πλείους ἐγίνοντο καὶ ἴσχυον σφόδρα σφόδρα· καὶ ἐβδελύσσοντο οἱ Αἰγύπτιοι ἀπὸ τῶν υἱῶν Ισραηλ.
- καὶ κατεδυνάστευον οἱ Αἰγύπτιοι τοὺς υἱοὺς Ισραηλ βίᾳ
- καὶ κατωδύνων αὐτῶν τὴν ζωὴν ἐν τοῖς ἔργοις τοῖς σκληροῖς, τῷ πηλῷ καὶ τῇ πλινθείᾳ καὶ πᾶσι τοῖς ἔργοις τοῖς ἐν τοῖς πεδίοις, κατὰ πάντα τὰ ἔργα, ὧν κατεδουλοῦντο αὐτοὺς µετὰ βίας.
- Καὶ εἶπεν ὁ βασιλεὺς τῶν Αἰγυπτίων ταῖς µαίαις τῶν Εβραίων, τῇ µιᾷ αὐτῶν, ᾗ ὄνοµα Σεπφωρα, καὶ τὸ ὄνοµα τῆς δευτέρας Φουα,
- καὶ εἶπεν Ὅταν µαιοῦσθε τὰς Εβραίας καὶ ὦσιν πρὸς τῷ τίκτειν, ἐὰν µὲν ἄρσεν ᾖ, ἀποκτείνατε αὐτό, ἐὰν δὲ θῆλυ, περιποιεῖσθε αὐτό.
- ἐφοβήθησαν δὲ αἱ µαῖαι τὸν θεὸν καὶ οὐκ ἐποίησαν καθότι συνέταξεν αὐταῖς ὁ βασιλεὺς Αἰγύπτου, καὶ ἐζωογόνουν τὰ ἄρσενα.
- ἐκάλεσεν δὲ ὁ βασιλεὺς Αἰγύπτου τὰς µαίας καὶ εἶπεν αὐταῖς Τί ὅτι ἐποιήσατε τὸ πρᾶγµα τοῦτο καὶ ἐζωογονεῖτε τὰ ἄρσενα;
- εἶπαν δὲ αἱ µαῖαι τῷ Φαραω Οὐχ ὡς γυναῖκες Αἰγύπτου αἱ Εβραῖαι, τίκτουσιν γὰρ πρὶν ἢ εἰσελθεῖν πρὸς αὐτὰς τὰς µαίας· καὶ ἔτικτον.
- εὖ δὲ ἐποίει ὁ θεὸς ταῖς µαίαις, καὶ ἐπλήθυνεν ὁ λαὸς καὶ ἴσχυεν σφόδρα.
- ἐπειδὴ ἐφοβοῦντο αἱ µαῖαι τὸν θεόν, ἐποίησαν ἑαυταῖς οἰκίας.
- συνέταξεν δὲ Φαραω παντὶ τῷ λαῷ αὐτοῦ λέγων Πᾶν ἄρσεν, ὃ ἐὰν τεχθῇ τοῖς Εβραίοις, εἰς τὸν ποταµὸν ῥίψατε· καὶ πᾶν θῆλυ, ζωογονεῖτε αὐτό.
Exodus, Chapter 2
- Ἦν δέ τις ἐκ τῆς φυλῆς Λευι, ὃς ἔλαβεν τῶν θυγατέρων Λευι καὶ ἔσχεν αὐτήν.
- καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ µῆνας τρεῖς.
- ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ ἡ µήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταµόν.
- καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ µακρόθεν µαθεῖν, τί τὸ ἀποβησόµενον αὐτῷ.
- κατέβη δὲ ἡ θυγάτηρ Φαραω λούσασθαι ἐπὶ τὸν ποταµόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταµόν· καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν.
- ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραω καὶ ἔφη Ἀπὸ τῶν παιδίων τῶν Εβραίων τοῦτο.
- καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραω Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Εβραίων καὶ θηλάσει σοι τὸ παιδίον;
- ἡ δὲ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραω Πορεύου. ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν µητέρα τοῦ παιδίου.
- εἶπεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραω Διατήρησόν µοι τὸ παιδίον τοῦτο καὶ θήλασόν µοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν µισθόν. ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό.
- ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραω, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόµασεν δὲ τὸ ὄνοµα αὐτοῦ Μωυσῆν λέγουσα Ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόµην.
- Ἐγένετο δὲ ἐν ταῖς ἡµέραις ταῖς ποãαῖς ἐκείναις µέγας γενόµενος Μωυσῆς ἐξῆλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ισραηλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον
τύπτοντά τινα Εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ισραηλ· - περιβλεψάµενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄµµῳ.
- ἐξελθὼν δὲ τῇ ἡµέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας Εβραίους διαπληκτιζοµένους καὶ λέγει τῷ ἀδικοῦντι Διὰ τί σὺ τύπτεις τὸν πλησίον;
- ὁ δὲ εἶπεν Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ’ ἡµῶν; µὴ ἀνελεῖν µε σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωυσῆς καὶ εἶπεν Εἰ οὕτως ἐµφανὲς γέγονεν τὸ ῥῆµα τοῦτο;
- ἤκουσεν δὲ Φαραω τὸ ῥῆµα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησεν δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραω καὶ ᾤκησεν ἐν γῇ Μαδιαµ· ἐλθὼν δὲ εἰς γῆν Μαδιαµ ἐκάθισεν ἐπὶ τοῦ φρέατος.
- τῷ δὲ ἱερεῖ Μαδιαµ ἦσαν ἑπτὰ θυγατέρες ποιµαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ· παραγενόµεναι δὲ ἤντλουν, ἕως ἔπλησαν τὰς δεξαµενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ιοθορ.
- παραγενόµενοι δὲ οἱ ποιµένες ἐξέβαλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν.
- παρεγένοντο δὲ πρὸς Ραγουηλ τὸν πατέρα αὐτῶν· ὁ δὲ εἶπεν αὐταῖς Τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήµερον;
- αἱ δὲ εἶπαν Ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡµᾶς ἀπὸ τῶν ποιµένων καὶ ἤντλησεν ἡµῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡµῶν.
- ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ Καὶ ποῦ ἐστι; καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.
- κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφωραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
- ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόµασεν Μωυσῆς τὸ ὄνοµα αὐτοῦ Γηρσαµ λέγων ὅτι Πάροικός εἰµι ἐν γῇ ἀãοτρίᾳ.
- Μετὰ δὲ τὰς ἡµέρας τὰς ποãὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ Ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων.
- καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγµὸν αὐτῶν, καὶ ἐµνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Αβρααµ καὶ Ισαακ καὶ Ιακωβ. 25καὶ ἐπεῖδεν ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐγνώσθη αὐτοῖς.
Exodus, Chapter 3
- Καὶ Μωυσῆς ἦν ποιµαίνων τὰ πρόβατα Ιοθορ τοῦ γαµβροῦ αὐτοῦ τοῦ ἱερέως Μαδιαµ καὶ
ἤγαγεν τὰ πρόβατα ὑπὸ τὴν ἔρηµον καὶ ἦλθεν εἰς τὸ ὄρος Χωρηβ. - ὤφθη δὲ αὐτῷ ἄíελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου, καὶ ὁρᾷ ὅτι ὁ βάτος καίεται πυρί, ὁ δὲ βάτος οὐ κατεκαίετο.
- εἶπεν δὲ Μωυσῆς Παρελθὼν ὄψοµαι τὸ ὅραµα τὸ µέγα τοῦτο, τί ὅτι οὐ κατακαίεται ὁ βάτος.
- ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ τοῦ βάτου λέγων Μωυσῆ, Μωυσῆ. ὁ δὲ εἶπεν Τί ἐστιν;
- καὶ εἶπεν Μὴ ἐíίσῃς ὧδε· λῦσαι τὸ ὑπόδηµα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος, ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστίν.
- καὶ εἶπεν αὐτῷ Ἐγώ εἰµι ὁ θεὸς τοῦ πατρός σου, θεὸς Αβρααµ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ. ἀπέστρεψεν δὲ Μωυσῆς τὸ πρόσωπον αὐτοῦ· εὐλαβεῖτο γὰρ κατεµβλέψαι ἐνώπιον τοῦ θεοῦ.
- εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ µου τοῦ ἐν Αἰγύπτῳ καὶ τῆς κραυγῆς αὐτῶν ἀκήκοα ἀπὸ τῶν ἐργοδιωκτῶν· οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν·
- καὶ κατέβην ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς γῆς ἐκείνης καὶ
εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ἀγαθὴν καὶ ποãήν, εἰς γῆν ῥέουσαν γάλα καὶ µέλι, εἰς τὸν τόπον τῶν
Χαναναίων καὶ Χετταίων καὶ Αµορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων. - καὶ νῦν ἰδοὺ κραυγὴ τῶν υἱῶν Ισραηλ ἥκει πρός µε, κἀγὼ ἑώρακα τὸν θλιµµόν, ὃν οἱ Αἰγύπτιοι
θλίβουσιν αὐτούς. - καὶ νῦν δεῦρο ἀποστείλω σε πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ ἐξάξεις τὸν λαόν µου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
- καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Τίς εἰµι, ὅτι πορεύσοµαι πρὸς Φαραω βασιλέα Αἰγύπτου, καὶ ὅτι ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου;
- εἶπεν δὲ ὁ θεὸς Μωυσεῖ λέγων ὅτι Ἔσοµαι µετὰ σοῦ, καὶ τοῦτό σοι τὸ σηµεῖον ὅτι ἐγώ σε ἐξαποστέãω· ἐν τῷ ἐξαγαγεῖν σε τὸν λαόν µου ἐξ Αἰγύπτου καὶ λατρεύσετε τῷ θεῷ ἐν τῷ ὄρει
τούτῳ. - καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Ἰδοὺ ἐγὼ ἐλεύσοµαι πρὸς τοὺς υἱοὺς Ισραηλ καὶ ἐρῶ πρὸς αὐτούς Ὁ θεὸς τῶν πατέρων ὑµῶν ἀπέσταλκέν µε πρὸς ὑµᾶς, ἐρωτήσουσίν µε Τί ὄνοµα αὐτῷ; τί ἐρῶ
πρὸς αὐτούς; - καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν Ἐγώ εἰµι ὁ ὤν· καὶ εἶπεν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Ὁ ὢν ἀπέσταλκέν µε πρὸς ὑµᾶς.
- καὶ εἶπεν ὁ θεὸς πάλιν πρὸς Μωυσῆν Οὕτως ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Κύριος ὁ θεὸς τῶν πατέρων ὑµῶν, θεὸς Αβρααµ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ, ἀπέσταλκέν µε πρὸς ὑµᾶς· τοῦτό µού ἐστιν ὄνοµα αἰώνιον καὶ µνηµόσυνον γενεῶν γενεαῖς.
- ἐλθὼν οὖν συνάγαγε τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς Κύριος ὁ θεὸς τῶν πατέρων ὑµῶν ὦπταί µοι, θεὸς Αβρααµ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ, λέγων Ἐπισκοπῇ ἐπέσκεµµαι ὑµᾶς καὶ ὅσα συµβέβηκεν ὑµῖν ἐν Αἰγύπτῳ,
- καὶ εἶπον Ἀναβιβάσω ὑµᾶς ἐκ τῆς κακώσεως τῶν Αἰγυπτίων εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Αµορραίων καὶ Φερεζαίων καὶ Γεργεσαίων καὶ Ευαίων καὶ Ιεβουσαίων, εἰς γῆν ῥέουσαν γάλα καὶ µέλι.
- καὶ εἰσακούσονταί σου τῆς φωνῆς· καὶ εἰσελεύσῃ σὺ καὶ ἡ γερουσία Ισραηλ πρὸς Φαραω βασιλέα Αἰγύπτου καὶ ἐρεῖς πρὸς αὐτόν Ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡµᾶς· πορευσώµεθα οὖν ὁδὸν τριῶν ἡµερῶν εἰς τὴν ἔρηµον, ἵνα θύσωµεν τῷ θεῷ ἡµῶν.
- ἐγὼ δὲ οἶδα ὅτι οὐ προήσεται ὑµᾶς Φαραω βασιλεὺς Αἰγύπτου πορευθῆναι, ἐὰν µὴ µετὰ χειρὸς
κραταιᾶς. - καὶ ἐκτείνας τὴν χεῖρα πατάξω τοὺς Αἰγυπτίους ἐν πᾶσι τοῖς θαυµασίοις µου, οἷς ποιήσω ἐν αὐτοῖς, καὶ µετὰ ταῦτα ἐξαποστελεῖ ὑµᾶς.
- καὶ δώσω χάριν τῷ λαῷ τούτῳ ἐναντίον τῶν Αἰγυπτίων· ὅταν δὲ ἀποτρέχητε, οὐκ ἀπελεύσεσθε κενοί·
- Αἰτήσει γυνὴ παρὰ γείτονος καὶ συσκήνου αὐτῆς σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱµατισµόν, καὶ
ἐπιθήσετε ἐπὶ τοὺς υἱοὺς ὑµῶν καὶ ἐπὶ τὰς θυγατέρας ὑµῶν καὶ σκυλεύσετε τοὺς Αἰγυπτίους. —
Exodus, Chapter 4
- Ἀπεκρίθη δὲ Μωυσῆς καὶ εἶπεν Ἐὰν οὖν µὴ πιστεύσωσίν µοι µηδὲ εἰσακούσωσιν τῆς φωνῆς µου, ἐροῦσιν γὰρ ὅτι Οὐκ ὦπταί σοι ὁ θεός, τί ἐρῶ πρὸς αὐτούς;
- εἶπεν δὲ αὐτῷ κύριος Τί τοῦτό ἐστιν τὸ ἐν τῇ χειρί σου; ὁ δὲ εἶπεν Ῥάβδος.
- καὶ εἶπεν Ῥῖψον αὐτὴν ἐπὶ τὴν γῆν. καὶ ἔρριψεν αὐτὴν ἐπὶ τὴν γῆν, καὶ ἐγένετο ὄφις· καὶ ἔφυγεν Μωυσῆς ἀπ’ αὐτοῦ.
- καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα καὶ ἐπιλαβοῦ τῆς κέρκου· ἐκτείνας οὖν τὴν χεῖρα ἐπελάβετο τῆς κέρκου, καὶ ἐγένετο ῥάβδος ἐν τῇ χειρὶ αὐτοῦ·
- ἵνα πιστεύσωσίν σοι ὅτι ὦπταί σοι κύριος ὁ θεὸς τῶν πατέρων αὐτῶν, θεὸς Αβρααµ καὶ θεὸς Ισαακ καὶ θεὸς Ιακωβ.
- εἶπεν δὲ αὐτῷ κύριος πάλιν Εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα αὐτοῦ εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν τὴν χεῖρα αὐτοῦ ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ ἐγενήθη ἡ χεὶρ αὐτοῦ ὡσεὶ χιών.
- καὶ εἶπεν Πάλιν εἰσένεγκε τὴν χεῖρά σου εἰς τὸν κόλπον σου. καὶ εἰσήνεγκεν τὴν χεῖρα εἰς τὸν κόλπον αὐτοῦ· καὶ ἐξήνεγκεν αὐτὴν ἐκ τοῦ κόλπου αὐτοῦ, καὶ πάλιν ἀπεκατέστη εἰς τὴν χρόαν τῆς σαρκὸς αὐτοῦ.
- ἐὰν δὲ µὴ πιστεύσωσίν σοι µηδὲ εἰσακούσωσιν τῆς φωνῆς τοῦ σηµείου τοῦ πρώτου, πιστεύσουσίν σοι τῆς φωνῆς τοῦ σηµείου τοῦ ἐσχάτου.
- καὶ ἔσται ἐὰν µὴ πιστεύσωσίν σοι τοῖς δυσὶ σηµείοις τούτοις µηδὲ εἰσακούσωσιν τῆς φωνῆς σου, λήµψῃ ἀπὸ τοῦ ὕδατος τοῦ ποταµοῦ καὶ ἐκχεεῖς ἐπὶ τὸ ξηρόν, καὶ ἔσται τὸ ὕδωρ, ὃ ἐὰν λάβῃς ἀπὸ τοῦ ποταµοῦ, αἷµα ἐπὶ τοῦ ξηροῦ.
- εἶπεν δὲ Μωυσῆς πρὸς κύριον Δέοµαι, κύριε, οὐχ ἱκανός εἰµι πρὸ τῆς ἐχθὲς οὐδὲ πρὸ τῆς τρίτης ἡµέρας οὐδὲ ἀφ’ οὗ ἤρξω λαλεῖν τῷ θεράποντί σου· ἰσχνόφωνος καὶ βραδύγλωσσος ἐγώ εἰµι.
- εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τίς ἔδωκεν στόµα ἀνθρώπῳ, καὶ τίς ἐποίησεν δύσκωφον καὶ κωφόν, βλέποντα καὶ τυφλόν; οὐκ ἐγὼ ὁ θεός;
- καὶ νῦν πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόµα σου καὶ συµβιβάσω σε ὃ µέãεις λαλῆσαι.
- καὶ εἶπεν Μωυσῆς Δέοµαι, κύριε, προχείρισαι δυνάµενον ἄ²ον, ὃν ἀποστελεῖς.
- καὶ θυµωθεὶς ὀργῇ κύριος ἐπὶ Μωυσῆν εἶπεν Οὐκ ἰδοὺ Ααρων ὁ ἀδελφός σου ὁ Λευίτης; ἐπίσταµαι ὅτι λαλῶν λαλήσει αὐτός σοι· καὶ ἰδοὺ αὐτὸς ἐξελεύσεται εἰς συνάντησίν σοι καὶ ἰδών σε χαρήσεται ἐν ἑαυτῷ.
- καὶ ἐρεῖς πρὸς αὐτὸν καὶ δώσεις τὰ ῥήµατά µου εἰς τὸ στόµα αὐτοῦ· καὶ ἐγὼ ἀνοίξω τὸ στόµα σου καὶ τὸ στόµα αὐτοῦ καὶ συµβιβάσω ὑµᾶς ἃ ποιήσετε.
- καὶ αὐτός σοι προσλαλήσει πρὸς τὸν λαόν, καὶ αὐτὸς ἔσται σου στόµα, σὺ δὲ αὐτῷ ἔσῃ τὰ πρὸς τὸν θεόν.
- καὶ τὴν ῥάβδον ταύτην τὴν στραφεῖσαν εἰς ὄφιν λήµψῃ ἐν τῇ χειρί σου, ἐν ᾗ ποιήσεις ἐν αὐτῇ τὰ σηµεῖα.
- Ἐπορεύθη δὲ Μωυσῆς καὶ ἀπέστρεψεν πρὸς Ιοθορ τὸν γαµβρὸν αὐτοῦ καὶ λέγει Πορεύσοµαι καὶ ἀποστρέψω πρὸς τοὺς ἀδελφούς µου τοὺς ἐν Αἰγύπτῳ καὶ ὄψοµαι εἰ ἔτι ζῶσιν. καὶ εἶπεν Ιοθορ Μωυσῇ Βάδιζε ὑγιαίνων.
- µετὰ δὲ τὰς ἡµέρας τὰς ποãὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἐν Μαδιαµ Βάδιζε ἄπελθε εἰς Αἴγυπτον· τεθνήκασιν γὰρ πάντες οἱ ζητοῦντές σου τὴν ψυχήν.
- ἀναλαβὼν δὲ Μωυσῆς τὴν γυναῖκα καὶ τὰ παιδία ἀνεβίβασεν αὐτὰ ἐπὶ τὰ ὑποζύγια καὶ ἐπέστρεψεν εἰς Αἴγυπτον· ἔλαβεν δὲ Μωυσῆς τὴν ῥάβδον τὴν παρὰ τοῦ θεοῦ ἐν τῇ χειρὶ αὐτοῦ.
- εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Πορευοµένου σου καὶ ἀποστρέφοντος εἰς Αἴγυπτον ὅρα πάντα τὰ τέρατα, ἃ ἔδωκα ἐν ταῖς χερσίν σου, ποιήσεις αὐτὰ ἐναντίον Φαραω· ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν αὐτοῦ, καὶ οὐ µὴ ἐξαποστείλῃ τὸν λαόν.
- σὺ δὲ ἐρεῖς τῷ Φαραω Τάδε λέγει κύριος Υἱὸς πρωτότοκός µου Ισραηλ·
- εἶπα δέ σοι Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα µοι λατρεύσῃ· εἰ µὲν οὖν µὴ βούλει ἐξαποστεῖλαι αὐτούς, ὅρα οὖν ἐγὼ ἀποκτενῶ τὸν υἱόν σου τὸν πρωτότοκον.
- Ἐγένετο δὲ ἐν τῇ ὁδῷ ἐν τῷ καταλύµατι συνήντησεν αὐτῷ ἄíελος κυρίου καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι.
- καὶ λαβοῦσα Σεπφωρα ψῆφον περιέτεµεν τὴν ἀκροβυστίαν τοῦ υἱοῦ αὐτῆς καὶ προσέπεσεν πρὸς τοὺς πόδας καὶ εἶπεν Ἔστη τὸ αἷµα τῆς περιτοµῆς τοῦ παιδίου µου.
- καὶ ἀπῆλθεν ἀπ’ αὐτοῦ, διότι εἶπεν Ἔστη τὸ αἷµα τῆς περιτοµῆς τοῦ παιδίου µου.
- Εἶπεν δὲ κύριος πρὸς Ααρων Πορεύθητι εἰς συνάντησιν Μωυσεῖ εἰς τὴν ἔρηµον· καὶ ἐπορεύθη καὶ συνήντησεν αὐτῷ ἐν τῷ ὄρει τοῦ θεοῦ, καὶ κατεφίλησαν ἀãήλους.
- καὶ ἀνήíειλεν Μωυσῆς τῷ Ααρων πάντας τοὺς λόγους κυρίου, οὓς ἀπέστειλεν, καὶ πάντα τὰ σηµεῖα, ἃ ἐνετείλατο αὐτῷ.
- ἐπορεύθη δὲ Μωυσῆς καὶ Ααρων καὶ συνήγαγον τὴν γερουσίαν τῶν υἱῶν Ισραηλ.
- καὶ ἐλάλησεν Ααρων πάντα τὰ ῥήµατα ταῦτα, ἃ ἐλάλησεν ὁ θεὸς πρὸς Μωυσῆν, καὶ ἐποίησεν τὰ σηµεῖα ἐναντίον τοῦ λαοῦ.
- καὶ ἐπίστευσεν ὁ λαὸς καὶ ἐχάρη, ὅτι ἐπεσκέψατο ὁ θεὸς τοὺς υἱοὺς Ισραηλ, καὶ ὅτι εἶδεν αὐτῶν τὴν θλῖψιν· κύψας δὲ ὁ λαὸς προσεκύνησεν.
Exodus, Chapter 5
1 Καὶ µετὰ ταῦτα εἰσῆλθεν Μωυσῆς καὶ Ααρων πρὸς Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος
ὁ θεὸς Ισραηλ Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα µοι ἑορτάσωσιν ἐν τῇ ἐρήµῳ. 2καὶ εἶπεν Φαραω Τίς
ἐστιν οὗ εἰσακούσοµαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ; οὐκ οἶδα τὸν κύριον
καὶ τὸν Ισραηλ οὐκ ἐξαποστέãω. 3καὶ λέγουσιν αὐτῷ Ὁ θεὸς τῶν Εβραίων προσκέκληται ἡµᾶς·
πορευσόµεθα οὖν ὁδὸν τριῶν ἡµερῶν εἰς τὴν ἔρηµον, ὅπως θύσωµεν τῷ θεῷ ἡµῶν, µήποτε συναντήσῃ
ἡµῖν θάνατος ἢ φόνος. 4καὶ εἶπεν αὐτοῖς ὁ βασιλεὺς Αἰγύπτου Ἵνα τί, Μωυσῆ καὶ Ααρων,
διαστρέφετε τὸν λαόν µου ἀπὸ τῶν ἔργων; ἀπέλθατε ἕκαστος ὑµῶν πρὸς τὰ ἔργα αὐτοῦ. 5καὶ εἶπεν
Φαραω Ἰδοὺ νῦν πολυπληθεῖ ὁ λαός· µὴ οὖν καταπαύσωµεν αὐτοὺς ἀπὸ τῶν ἔργων. 6συνέταξεν δὲ
Φαραω τοῖς ἐργοδιώκταις τοῦ λαοῦ καὶ τοῖς γραµµατεῦσιν λέγων 7Οὐκέτι προστεθήσεται διδόναι
ἄχυρον τῷ λαῷ εἰς τὴν πλινθουργίαν καθάπερ ἐχθὲς καὶ τρίτην ἡµέραν· αὐτοὶ πορευέσθωσαν καὶ
συναγαγέτωσαν ἑαυτοῖς ἄχυρα. 8καὶ τὴν σύνταξιν τῆς πλινθείας, ἧς αὐτοὶ ποιοῦσιν καθ’ ἑκάστην
ἡµέραν, ἐπιβαλεῖς αὐτοῖς, οὐκ ἀφελεῖς οὐδέν· σχολάζουσιν γάρ· διὰ τοῦτο κεκράγασιν λέγοντες
Πορευθῶµεν καὶ θύσωµεν τῷ θεῷ ἡµῶν. 9βαρυνέσθω τὰ ἔργα τῶν ἀνθρώπων τούτων, καὶ
µεριµνάτωσαν ταῦτα καὶ µὴ µεριµνάτωσαν ἐν λόγοις κενοῖς. 10κατέσπευδον δὲ αὐτοὺς οἱ
ἐργοδιῶκται καὶ οἱ γραµµατεῖς καὶ ἔλεγον πρὸς τὸν λαὸν λέγοντες Τάδε λέγει Φαραω Οὐκέτι δίδωµι
ὑµῖν ἄχυρα· 11αὐτοὶ ὑµεῖς πορευόµενοι συãέγετε ἑαυτοῖς ἄχυρα ὅθεν ἐὰν εὕρητε, οὐ γὰρ ἀφαιρεῖται
ἀπὸ τῆς συντάξεως ὑµῶν οὐθέν. 12καὶ διεσπάρη ὁ λαὸς ἐν ὅλῃ Αἰγύπτῳ συναγαγεῖν καλάµην εἰς
ἄχυρα· 13οἱ δὲ ἐργοδιῶκται κατέσπευδον αὐτοὺς λέγοντες Συντελεῖτε τὰ ἔργα τὰ καθήκοντα καθ’ ἡµέραν καθάπερ καὶ ὅτε τὸ ἄχυρον ἐδίδοτο ὑµῖν. 14καὶ ἐµαστιγώθησαν οἱ γραµµατεῖς τοῦ γένους τῶν
υἱῶν Ισραηλ οἱ κατασταθέντες ἐπ’ αὐτοὺς ὑπὸ τῶν ἐπιστατῶν τοῦ Φαραω λέγοντες Διὰ τί οὐ
συνετελέσατε τὰς συντάξεις ὑµῶν τῆς πλινθείας, καθάπερ ἐχθὲς καὶ τρίτην ἡµέραν, καὶ τὸ τῆς
σήµερον; 15εἰσελθόντες δὲ οἱ γραµµατεῖς τῶν υἱῶν Ισραηλ κατεβόησαν πρὸς Φαραω λέγοντες Ἵνα τί
οὕτως ποιεῖς τοῖς σοῖς οἰκέταις; 16ἄχυρον οὐ δίδοται τοῖς οἰκέταις σου, καὶ τὴν πλίνθον ἡµῖν λέγουσιν
ποιεῖν, καὶ ἰδοὺ οἱ παῖδές σου µεµαστίγωνται· ἀδικήσεις οὖν τὸν λαόν σου. 17καὶ εἶπεν αὐτοῖς
Σχολάζετε, σχολασταί ἐστε· διὰ τοῦτο λέγετε Πορευθῶµεν θύσωµεν τῷ θεῷ ἡµῶν. 18νῦν οὖν
πορευθέντες ἐργάζεσθε· τὸ γὰρ ἄχυρον οὐ δοθήσεται ὑµῖν, καὶ τὴν σύνταξιν τῆς πλινθείας
ἀποδώσετε. 19ἑώρων δὲ οἱ γραµµατεῖς τῶν υἱῶν Ισραηλ ἑαυτοὺς ἐν κακοῖς λέγοντες Οὐκ ἀπολείψετε
τῆς πλινθείας τὸ καθῆκον τῇ ἡµέρᾳ. 20συνήντησαν δὲ Μωυσῇ καὶ Ααρων ἐρχοµένοις εἰς συνάντησιν
αὐτοῖς ἐκπορευοµένων αὐτῶν ἀπὸ Φαραω 21καὶ εἶπαν αὐτοῖς Ἴδοι ὁ θεὸς ὑµᾶς καὶ κρίναι, ὅτι
ἐβδελύξατε τὴν ὀσµὴν ἡµῶν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ δοῦναι ῥοµφαίαν
εἰς τὰς χεῖρας αὐτοῦ ἀποκτεῖναι ἡµᾶς. 22ἐπέστρεψεν δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Κύριε, διὰ τί
ἐκάκωσας τὸν λαὸν τοῦτον; καὶ ἵνα τί ἀπέσταλκάς µε; 23καὶ ἀφ’ οὗ πεπόρευµαι πρὸς Φαραω
λαλῆσαι ἐπὶ τῷ σῷ ὀνόµατι, ἐκάκωσεν τὸν λαὸν τοῦτον, καὶ οὐκ ἐρρύσω τὸν λαόν σου.
Exodus, Chapter 6
1Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραω· ἐν γὰρ χειρὶ κραταιᾷ
ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
2Ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν Ἐγὼ κύριος· 3καὶ ὤφθην πρὸς Αβρααµ
καὶ Ισαακ καὶ Ιακωβ, θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνοµά µου κύριος οὐκ ἐδήλωσα αὐτοῖς· 4καὶ ἔστησα τὴν
διαθήκην µου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν
ᾗ καὶ παρῴκησαν ἐπ’ αὐτῆς. 5καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγµὸν τῶν υἱῶν Ισραηλ, ὃν οἱ Αἰγύπτιοι
καταδουλοῦνται αὐτούς, καὶ ἐµνήσθην τῆς διαθήκης ὑµῶν. 6βάδιζε εἰπὸν τοῖς υἱοῖς Ισραηλ λέγων
Ἐγὼ κύριος καὶ ἐξάξω ὑµᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ῥύσοµαι ὑµᾶς ἐκ τῆς δουλείας
καὶ λυτρώσοµαι ὑµᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει µεγάλῃ 7καὶ λήµψοµαι ἐµαυτῷ ὑµᾶς λαὸν ἐµοὶ
καὶ ἔσοµαι ὑµῶν θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑµῶν ὁ ἐξαγαγὼν ὑµᾶς ἐκ τῆς
καταδυναστείας τῶν Αἰγυπτίων, 8καὶ εἰσάξω ὑµᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά µου δοῦναι
αὐτὴν τῷ Αβρααµ καὶ Ισαακ καὶ Ιακωβ, καὶ δώσω ὑµῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ κύριος. 9ἐλάλησεν δὲ
Μωυσῆς οὕτως τοῖς υἱοῖς Ισραηλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπὸ τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν
ἔργων τῶν σκληρῶν.
10Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων 11Εἴσελθε λάλησον Φαραω βασιλεῖ Αἰγύπτου, ἵνα
ἐξαποστείλῃ τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. 12ἐλάλησεν δὲ Μωυσῆς ἔναντι κυρίου λέγων Ἰδοὺ
οἱ υἱοὶ Ισραηλ οὐκ εἰσήκουσάν µου, καὶ πῶς εἰσακούσεταί µου Φαραω; ἐγὼ δὲ ἄλογός εἰµι. 13εἶπεν δὲ
κύριος πρὸς Μωυσῆν καὶ Ααρων καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραω βασιλέα Αἰγύπτου ὥστε
ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
14Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβην πρωτοτόκου Ισραηλ· Ενωχ καὶ Φαãους,
Ασρων καὶ Χαρµι· αὕτη ἡ συíένεια Ρουβην. 15καὶ υἱοὶ Συµεων· Ιεµουηλ καὶ Ιαµιν καὶ Αωδ καὶ
Ιαχιν καὶ Σααρ καὶ Σαουλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συµεων. 16καὶ ταῦτα τὰ
ὀνόµατα τῶν υἱῶν Λευι κατὰ συíενείας αὐτῶν· Γεδσων, Κααθ καὶ Μεραρι· καὶ τὰ ἔτη τῆς ζωῆς
Λευι ἑκατὸν τριάκοντα ἑπτά. 17καὶ οὗτοι υἱοὶ Γεδσων· Λοβενι καὶ Σεµεϊ, οἶκοι πατριᾶς αὐτῶν. 18καὶ
υἱοὶ Κααθ· Αµβραµ καὶ Ισσααρ, Χεβρων καὶ Οζιηλ· καὶ τὰ ἔτη τῆς ζωῆς Κααθ ἑκατὸν τριάκοντα
ἔτη. 19καὶ υἱοὶ Μεραρι· Μοολι καὶ Οµουσι. οὗτοι οἶκοι πατριῶν Λευι κατὰ συíενείας αὐτῶν. 20καὶ
ἔλαβεν Αµβραµ τὴν Ιωχαβεδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ
ἐγέννησεν αὐτῷ τόν τε Ααρων καὶ Μωυσῆν καὶ Μαριαµ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς
Αµβραµ ἑκατὸν τριάκοντα δύο ἔτη. 21καὶ υἱοὶ Ισσααρ· Κορε καὶ Ναφεκ καὶ Ζεχρι. 22καὶ υἱοὶ Οζιηλ·
Ελισαφαν καὶ Σετρι. 23ἔλαβεν δὲ Ααρων τὴν Ελισαβεθ θυγατέρα Αµιναδαβ ἀδελφὴν Ναασσων
αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαµαρ. 24υἱοὶ δὲ Κορε·
Ασιρ καὶ Ελκανα καὶ Αβιασαφ· αὗται αἱ γενέσεις Κορε. 25καὶ Ελεαζαρ ὁ τοῦ Ααρων ἔλαβεν τῶν
θυγατέρων Φουτιηλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεες. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν
κατὰ γενέσεις αὐτῶν. 26οὗτος Ααρων καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς
Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάµει αὐτῶν· 27οὗτοί εἰσιν οἱ διαλεγόµενοι πρὸς Φαραω βασιλέα
Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ισραηλ ἐξ Αἰγύπτου· αὐτὸς Ααρων καὶ Μωυσῆς.
28ᾟ ἡµέρᾳ ἐλάλησεν κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ, 29καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν
λέγων Ἐγὼ κύριος· λάλησον πρὸς Φαραω βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ. 30καὶ εἶπεν
Μωυσῆς ἐναντίον κυρίου Ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰµι, καὶ πῶς εἰσακούσεταί µου Φαραω;
Exodus, Chapter 7
1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν λέγων Ἰδοὺ δέδωκά σε θεὸν Φαραω, καὶ Ααρων ὁ ἀδελφός
σου ἔσται σου προφήτης· 2σὺ δὲ λαλήσεις αὐτῷ πάντα, ὅσα σοι ἐντέãοµαι, ὁ δὲ Ααρων ὁ ἀδελφός
σου λαλήσει πρὸς Φαραω ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ τῆς γῆς αὐτοῦ. 3ἐγὼ δὲ σκληρυνῶ
τὴν καρδίαν Φαραω καὶ πληθυνῶ τὰ σηµεῖά µου καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. 4καὶ οὐκ
εἰσακούσεται ὑµῶν Φαραω· καὶ ἐπιβαλῶ τὴν χεῖρά µου ἐπ’ Αἴγυπτον καὶ ἐξάξω σὺν δυνάµει µου
τὸν λαόν µου τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν ἐκδικήσει µεγάλῃ, 5καὶ γνώσονται πάντες οἱ
Αἰγύπτιοι ὅτι ἐγώ εἰµι κύριος ἐκτείνων τὴν χεῖρα ἐπ’ Αἴγυπτον, καὶ ἐξάξω τοὺς υἱοὺς Ισραηλ ἐκ
µέσου αὐτῶν. 6ἐποίησεν δὲ Μωυσῆς καὶ Ααρων, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος, οὕτως ἐποίησαν.
7Μωυσῆς δὲ ἦν ἐτῶν ὀγδοήκοντα, Ααρων δὲ ὁ ἀδελφὸς αὐτοῦ ἐτῶν ὀγδοήκοντα τριῶν, ἡνίκα
ἐλάλησεν πρὸς Φαραω.
8Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων 9Καὶ ἐὰν λαλήσῃ πρὸς ὑµᾶς Φαραω λέγων
Δότε ἡµῖν σηµεῖον ἢ τέρας, καὶ ἐρεῖς Ααρων τῷ ἀδελφῷ σου Λαβὲ τὴν ῥάβδον καὶ ῥῖψον αὐτὴν ἐπὶ
τὴν γῆν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων αὐτοῦ, καὶ ἔσται δράκων. 10εἰσῆλθεν δὲ
Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ ἐποίησαν οὕτως, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἔρριψεν Ααρων τὴν ῥάβδον ἐναντίον Φαραω καὶ ἐναντίον τῶν
θεραπόντων αὐτοῦ, καὶ ἐγένετο δράκων. 11συνεκάλεσεν δὲ Φαραω τοὺς σοφιστὰς Αἰγύπτου καὶ τοὺς
φαρµάκους, καὶ ἐποίησαν καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς φαρµακείαις αὐτῶν ὡσαύτως. 12καὶ
ἔρριψαν ἕκαστος τὴν ῥάβδον αὐτοῦ, καὶ ἐγένοντο δράκοντες· καὶ κατέπιεν ἡ ῥάβδος ἡ Ααρων τὰς
ἐκείνων ῥάβδους. 13καὶ κατίσχυσεν ἡ καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν
αὐτοῖς κύριος.
14Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Βεβάρηται ἡ καρδία Φαραω τοῦ µὴ ἐξαποστεῖλαι τὸν λαόν.
15βάδισον πρὸς Φαραω τὸ πρωί· ἰδοὺ αὐτὸς ἐκπορεύεται ἐπὶ τὸ ὕδωρ, καὶ στήσῃ συναντῶν αὐτῷ ἐπὶ
τὸ χεῖλος τοῦ ποταµοῦ καὶ τὴν ῥάβδον τὴν στραφεῖσαν εἰς ὄφιν λήµψῃ ἐν τῇ χειρί σου. 16καὶ ἐρεῖς
πρὸς αὐτόν Κύριος ὁ θεὸς τῶν Εβραίων ἀπέσταλκέν µε πρὸς σὲ λέγων Ἐξαπόστειλον τὸν λαόν µου,
ἵνα µοι λατρεύσῃ ἐν τῇ ἐρήµῳ· καὶ ἰδοὺ οὐκ εἰσήκουσας ἕως τούτου. 17τάδε λέγει κύριος Ἐν τούτῳ
γνώσῃ ὅτι ἐγὼ κύριος· ἰδοὺ ἐγὼ τύπτω τῇ ῥάβδῳ τῇ ἐν τῇ χειρί µου ἐπὶ τὸ ὕδωρ τὸ ἐν τῷ ποταµῷ,
καὶ µεταβαλεῖ εἰς αἷµα· 18καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταµῷ τελευτήσουσιν, καὶ ἐποζέσει ὁ ποταµός, καὶ
οὐ δυνήσονται οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταµοῦ. 19εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν
Ααρων τῷ ἀδελφῷ σου Λαβὲ τὴν ῥάβδον σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ
ἐπὶ τοὺς ποταµοὺς αὐτῶν καὶ ἐπὶ τὰς διώρυγας αὐτῶν καὶ ἐπὶ τὰ ἕλη αὐτῶν καὶ ἐπὶ πᾶν συνεστηκὸς
ὕδωρ αὐτῶν, καὶ ἔσται αἷµα. καὶ ἐγένετο αἷµα ἐν πάσῃ γῇ Αἰγύπτου ἔν τε τοῖς ξύλοις καὶ ἐν τοῖς
λίθοις. 20καὶ ἐποίησαν οὕτως Μωυσῆς καὶ Ααρων, καθάπερ ἐνετείλατο αὐτοῖς κύριος· καὶ ἐπάρας τῇ
ῥάβδῳ αὐτοῦ ἐπάταξεν τὸ ὕδωρ τὸ ἐν τῷ ποταµῷ ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων
αὐτοῦ καὶ µετέβαλεν πᾶν τὸ ὕδωρ τὸ ἐν τῷ ποταµῷ εἰς αἷµα. 21καὶ οἱ ἰχθύες οἱ ἐν τῷ ποταµῷ
ἐτελεύτησαν, καὶ ἐπώζεσεν ὁ ποταµός, καὶ οὐκ ἠδύναντο οἱ Αἰγύπτιοι πιεῖν ὕδωρ ἐκ τοῦ ποταµοῦ,
καὶ ἦν τὸ αἷµα ἐν πάσῃ γῇ Αἰγύπτου. 22ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων ταῖς
φαρµακείαις αὐτῶν· καὶ ἐσκληρύνθη ἡ καρδία Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ εἶπεν
κύριος. 23ἐπιστραφεὶς δὲ Φαραω εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ οὐκ ἐπέστησεν τὸν νοῦν αὐτοῦ
οὐδὲ ἐπὶ τούτῳ. 24ὤρυξαν δὲ πάντες οἱ Αἰγύπτιοι κύκλῳ τοῦ ποταµοῦ ὥστε πιεῖν ὕδωρ, καὶ οὐκ
ἠδύναντο πιεῖν ὕδωρ ἀπὸ τοῦ ποταµοῦ. 25καὶ ἀνεπληρώθησαν ἑπτὰ ἡµέραι µετὰ τὸ πατάξαι κύριον
τὸν ποταµόν.
26Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος
Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα µοι λατρεύσωσιν· 27εἰ δὲ µὴ βούλει σὺ ἐξαποστεῖλαι, ἰδοὺ ἐγὼ
τύπτω πάντα τὰ ὅριά σου τοῖς βατράχοις. 28καὶ ἐξερεύξεται ὁ ποταµὸς βατράχους, καὶ ἀναβάντες
εἰσελεύσονται εἰς τοὺς οἴκους σου καὶ εἰς τὰ ταµιεῖα τῶν κοιτώνων σου καὶ ἐπὶ τῶν κλινῶν σου καὶ
εἰς τοὺς οἴκους τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου καὶ ἐν τοῖς φυράµασίν σου καὶ ἐν τοῖς
κλιβάνοις σου· 29καὶ ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου ἀναβήσονται οἱ
βάτραχοι.
Exodus, Chapter 8
1Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων τῷ ἀδελφῷ σου Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον
σου ἐπὶ τοὺς ποταµοὺς καὶ ἐπὶ τὰς διώρυγας καὶ ἐπὶ τὰ ἕλη καὶ ἀνάγαγε τοὺς βατράχους. 2καὶ
ἐξέτεινεν Ααρων τὴν χεῖρα ἐπὶ τὰ ὕδατα Αἰγύπτου καὶ ἀνήγαγεν τοὺς βατράχους· καὶ ἀνεβιβάσθη ὁ
βάτραχος καὶ ἐκάλυψεν τὴν γῆν Αἰγύπτου. 3ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ τῶν Αἰγυπτίων
ταῖς φαρµακείαις αὐτῶν καὶ ἀνήγαγον τοὺς βατράχους ἐπὶ γῆν Αἰγύπτου. 4καὶ ἐκάλεσεν Φαραω
Μωυσῆν καὶ Ααρων καὶ εἶπεν Εὔξασθε περὶ ἐµοῦ πρὸς κύριον, καὶ περιελέτω τοὺς βατράχους ἀπ’
ἐµοῦ καὶ ἀπὸ τοῦ ἐµοῦ λαοῦ, καὶ ἐξαποστελῶ τὸν λαόν, καὶ θύσωσιν κυρίῳ. 5εἶπεν δὲ Μωυσῆς πρὸς
Φαραω Τάξαι πρός µε, πότε εὔξωµαι περὶ σοῦ καὶ περὶ τῶν θεραπόντων σου καὶ περὶ τοῦ λαοῦ σου
ἀφανίσαι τοὺς βατράχους ἀπὸ σοῦ καὶ ἀπὸ τοῦ λαοῦ σου καὶ ἐκ τῶν οἰκιῶν ὑµῶν, πλὴν ἐν τῷ
ποταµῷ ὑπολειφθήσονται. 6ὁ δὲ εἶπεν Εἰς αὔριον. εἶπεν οὖν Ὡς εἴρηκας· ἵνα εἰδῇς ὅτι οὐκ ἔστιν ἄ²ος
πλὴν κυρίου· 7καὶ περιαιρεθήσονται οἱ βάτραχοι ἀπὸ σοῦ καὶ ἐκ τῶν οἰκιῶν ὑµῶν καὶ ἐκ τῶν
ἐπαύλεων καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ ἀπὸ τοῦ λαοῦ σου, πλὴν ἐν τῷ ποταµῷ ὑπολειφθήσονται.
8ἐξῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἀπὸ Φαραω· καὶ ἐβόησεν Μωυσῆς πρὸς κύριον περὶ τοῦ ὁρισµοῦ
τῶν βατράχων, ὡς ἐτάξατο Φαραω. 9ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ ἐτελεύτησαν οἱ
βάτραχοι ἐκ τῶν οἰκιῶν καὶ ἐκ τῶν ἐπαύλεων καὶ ἐκ τῶν ἀγρῶν· 10καὶ συνήγαγον αὐτοὺς θηµωνιὰς
θηµωνιάς, καὶ ὤζεσεν ἡ γῆ. 11ἰδὼν δὲ Φαραω ὅτι γέγονεν ἀνάψυξις, ἐβαρύνθη ἡ καρδία αὐτοῦ, καὶ
οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος.
12Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἰπὸν Ααρων Ἔκτεινον τῇ χειρὶ τὴν ῥάβδον σου καὶ πάταξον τὸ
χῶµα τῆς γῆς, καὶ ἔσονται σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ γῇ
Αἰγύπτου. 13ἐξέτεινεν οὖν Ααρων τῇ χειρὶ τὴν ῥάβδον καὶ ἐπάταξεν τὸ χῶµα τῆς γῆς, καὶ ἐγένοντο
οἱ σκνῖφες ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν, καὶ ἐν παντὶ χώµατι τῆς γῆς ἐγένοντο οἱ
σκνῖφες ἐν πάσῃ γῇ Αἰγύπτου. 14ἐποίησαν δὲ ὡσαύτως καὶ οἱ ἐπαοιδοὶ ταῖς φαρµακείαις αὐτῶν
ἐξαγαγεῖν τὸν σκνῖφα καὶ οὐκ ἠδύναντο. καὶ ἐγένοντο οἱ σκνῖφες ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς
τετράποσιν. 15εἶπαν οὖν οἱ ἐπαοιδοὶ τῷ Φαραω Δάκτυλος θεοῦ ἐστιν τοῦτο. καὶ ἐσκληρύνθη ἡ καρδία
Φαραω, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν κύριος.
16Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω· καὶ ἰδοὺ αὐτὸς
ἐξελεύσεται ἐπὶ τὸ ὕδωρ, καὶ ἐρεῖς πρὸς αὐτόν Τάδε λέγει κύριος Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα
µοι λατρεύσωσιν ἐν τῇ ἐρήµῳ· 17ἐὰν δὲ µὴ βούλῃ ἐξαποστεῖλαι τὸν λαόν µου, ἰδοὺ ἐγὼ ἐπαποστέãω
ἐπὶ σὲ καὶ ἐπὶ τοὺς θεράποντάς σου καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τοὺς οἴκους ὑµῶν κυνόµυιαν, καὶ
πλησθήσονται αἱ οἰκίαι τῶν Αἰγυπτίων τῆς κυνοµυίης καὶ εἰς τὴν γῆν, ἐφ’ ἧς εἰσιν ἐπ’ αὐτῆς. 18καὶ
παραδοξάσω ἐν τῇ ἡµέρᾳ ἐκείνῃ τὴν γῆν Γεσεµ, ἐφ’ ἧς ὁ λαός µου ἔπεστιν ἐπ’ αὐτῆς, ἐφ’ ἧς οὐκ
ἔσται ἐκεῖ ἡ κυνόµυια, ἵνα εἰδῇς ὅτι ἐγώ εἰµι κύριος ὁ κύριος πάσης τῆς γῆς. 19καὶ δώσω διαστολὴν
ἀνὰ µέσον τοῦ ἐµοῦ λαοῦ καὶ ἀνὰ µέσον τοῦ σοῦ λαοῦ· ἐν δὲ τῇ αὔριον ἔσται τὸ σηµεῖον τοῦτο ἐπὶ
τῆς γῆς. 20ἐποίησεν δὲ κύριος οὕτως, καὶ παρεγένετο ἡ κυνόµυια πλῆθος εἰς τοὺς οἴκους Φαραω καὶ
εἰς τοὺς οἴκους τῶν θεραπόντων αὐτοῦ καὶ εἰς πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἐξωλεθρεύθη ἡ γῆ ἀπὸ
τῆς κυνοµυίης. 21ἐκάλεσεν δὲ Φαραω Μωυσῆν καὶ Ααρων λέγων Ἐλθόντες θύσατε τῷ θεῷ ὑµῶν ἐν
τῇ γῇ. 22καὶ εἶπεν Μωυσῆς Οὐ δυνατὸν γενέσθαι οὕτως· τὰ γὰρ βδελύγµατα τῶν Αἰγυπτίων
θύσοµεν κυρίῳ τῷ θεῷ ἡµῶν· ἐὰν γὰρ θύσωµεν τὰ βδελύγµατα τῶν Αἰγυπτίων ἐναντίον αὐτῶν,
λιθοβοληθησόµεθα. 23ὁδὸν τριῶν ἡµερῶν πορευσόµεθα εἰς τὴν ἔρηµον καὶ θύσοµεν κυρίῳ τῷ θεῷ
ἡµῶν, καθάπερ εἶπεν ἡµῖν. 24καὶ εἶπεν Φαραω Ἐγὼ ἀποστέãω ὑµᾶς, καὶ θύσατε κυρίῳ τῷ θεῷ
ὑµῶν ἐν τῇ ἐρήµῳ, ἀã’ οὐ µακρὰν ἀποτενεῖτε πορευθῆναι· εὔξασθε οὖν περὶ ἐµοῦ πρὸς κύριον.
25εἶπεν δὲ Μωυσῆς Ὅδε ἐγὼ ἐξελεύσοµαι ἀπὸ σοῦ καὶ εὔξοµαι πρὸς τὸν θεόν, καὶ ἀπελεύσεται ἡ
κυνόµυια ἀπὸ σοῦ καὶ ἀπὸ τῶν θεραπόντων σου καὶ τοῦ λαοῦ σου αὔριον· µὴ προσθῇς ἔτι, Φαραω,
ἐξαπατῆσαι τοῦ µὴ ἐξαποστεῖλαι τὸν λαὸν θῦσαι κυρίῳ. 26ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ
ηὔξατο πρὸς τὸν θεόν· 27ἐποίησεν δὲ κύριος καθάπερ εἶπεν Μωυσῆς, καὶ περιεῖλεν τὴν κυνόµυιαν ἀπὸ
Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ καὶ τοῦ λαοῦ αὐτοῦ, καὶ οὐ κατελείφθη οὐδεµία. 28καὶ ἐβάρυνεν
Φαραω τὴν καρδίαν αὐτοῦ καὶ ἐπὶ τοῦ καιροῦ τούτου καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τὸν λαόν.
Exodus, Chapter 9
1Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Εἴσελθε πρὸς Φαραω καὶ ἐρεῖς αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς
τῶν Εβραίων Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα µοι λατρεύσωσιν· 2εἰ µὲν οὖν µὴ βούλει ἐξαποστεῖλαι
τὸν λαόν µου, ἀã’ ἔτι ἐγκρατεῖς αὐτοῦ, 3ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσίν σου τοῖς ἐν τοῖς
πεδίοις, ἔν τε τοῖς ἵπποις καὶ ἐν τοῖς ὑποζυγίοις καὶ ταῖς καµήλοις καὶ βουσὶν καὶ προβάτοις, θάνατος
µέγας σφόδρα. 4καὶ παραδοξάσω ἐγὼ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνὰ µέσον τῶν κτηνῶν τῶν Αἰγυπτίων καὶ
ἀνὰ µέσον τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ· οὐ τελευτήσει ἀπὸ πάντων τῶν τοῦ Ισραηλ υἱῶν ῥητόν. 5καὶ
ἔδωκεν ὁ θεὸς ὅρον λέγων Ἐν τῇ αὔριον ποιήσει κύριος τὸ ῥῆµα τοῦτο ἐπὶ τῆς γῆς. 6καὶ ἐποίησεν
κύριος τὸ ῥῆµα τοῦτο τῇ ἐπαύριον, καὶ ἐτελεύτησεν πάντα τὰ κτήνη τῶν Αἰγυπτίων, ἀπὸ δὲ τῶν
κτηνῶν τῶν υἱῶν Ισραηλ οὐκ ἐτελεύτησεν οὐδέν. 7ἰδὼν δὲ Φαραω ὅτι οὐκ ἐτελεύτησεν ἀπὸ πάντων
τῶν κτηνῶν τῶν υἱῶν Ισραηλ οὐδέν, ἐβαρύνθη ἡ καρδία Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τὸν λαόν.
8Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Λάβετε ὑµεῖς πλήρεις τὰς χεῖρας αἰθάλης
καµιναίας, καὶ πασάτω Μωυσῆς εἰς τὸν οὐρανὸν ἐναντίον Φαραω καὶ ἐναντίον τῶν θεραπόντων
αὐτοῦ, 9καὶ γενηθήτω κονιορτὸς ἐπὶ πᾶσαν τὴν γῆν Αἰγύπτου, καὶ ἔσται ἐπὶ τοὺς ἀνθρώπους καὶ ἐπὶ
τὰ τετράποδα ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἔν τε τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν καὶ ἐν πάσῃ
γῇ Αἰγύπτου. 10καὶ ἔλαβεν τὴν αἰθάλην τῆς καµιναίας ἐναντίον Φαραω καὶ ἔπασεν αὐτὴν Μωυσῆς
εἰς τὸν οὐρανόν, καὶ ἐγένετο ἕλκη, φλυκτίδες ἀναζέουσαι, ἐν τοῖς ἀνθρώποις καὶ ἐν τοῖς τετράποσιν.
11καὶ οὐκ ἠδύναντο οἱ φαρµάκοις στῆναι ἐναντίον Μωυσῆ διὰ τὰ ἕλκη· ἐγένετο γὰρ τὰ ἕλκη ἐν τοῖς
φαρµάκοις καὶ ἐν πάσῃ γῇ Αἰγύπτου. 12ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ
εἰσήκουσεν αὐτῶν, καθὰ συνέταξεν κύριος.
13Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ὄρθρισον τὸ πρωὶ καὶ στῆθι ἐναντίον Φαραω καὶ ἐρεῖς πρὸς
αὐτόν Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἐξαπόστειλον τὸν λαόν µου, ἵνα λατρεύσωσίν µοι. 14ἐν
τῷ γὰρ νῦν καιρῷ ἐγὼ ἐξαποστέãω πάντα τὰ συναντήµατά µου εἰς τὴν καρδίαν σου καὶ τῶν
θεραπόντων σου καὶ τοῦ λαοῦ σου, ἵν’ εἰδῇς ὅτι οὐκ ἔστιν ὡς ἐγὼ ἄ²ος ἐν πάσῃ τῇ γῇ. 15νῦν γὰρ
ἀποστείλας τὴν χεῖρα πατάξω σε καὶ τὸν λαόν σου θανάτῳ, καὶ ἐκτριβήσῃ ἀπὸ τῆς γῆς· 16καὶ ἕνεκεν
τούτου διετηρήθης, ἵνα ἐνδείξωµαι ἐν σοὶ τὴν ἰσχύν µου, καὶ ὅπως διαíελῇ τὸ ὄνοµά µου ἐν πάσῃ τῇ
γῇ. 17ἔτι οὖν σὺ ἐµποιῇ τοῦ λαοῦ µου τοῦ µὴ ἐξαποστεῖλαι αὐτούς. 18ἰδοὺ ἐγὼ ὕω ταύτην τὴν ὥραν
αὔριον χάλαζαν ποãὴν σφόδρα, ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ ἧς ἡµέρας ἔκτισται ἕως τῆς
ἡµέρας ταύτης. 19νῦν οὖν κατάσπευσον συναγαγεῖν τὰ κτήνη σου καὶ ὅσα σοί ἐστιν ἐν τῷ πεδίῳ·
πάντες γὰρ οἱ ἄνθρωποι καὶ τὰ κτήνη, ὅσα ἂν εὑρεθῇ ἐν τῷ πεδίῳ καὶ µὴ εἰσέλθῃ εἰς οἰκίαν, πέσῃ δὲ
ἐπ’ αὐτὰ ἡ χάλαζα, τελευτήσει. 20ὁ φοβούµενος τὸ ῥῆµα κυρίου τῶν θεραπόντων Φαραω συνήγαγεν
τὰ κτήνη αὐτοῦ εἰς τοὺς οἴκους· 21ὃς δὲ µὴ προσέσχεν τῇ διανοίᾳ εἰς τὸ ῥῆµα κυρίου, ἀφῆκεν τὰ
κτήνη ἐν τοῖς πεδίοις. — 22εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν,
καὶ ἔσται χάλαζα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, ἐπί τε τοὺς ἀνθρώπους καὶ τὰ κτήνη καὶ ἐπὶ πᾶσαν
βοτάνην τὴν ἐπὶ τῆς γῆς. 23ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ κύριος ἔδωκεν φωνὰς
καὶ χάλαζαν, καὶ διέτρεχεν τὸ πῦρ ἐπὶ τῆς γῆς, καὶ ἔβρεξεν κύριος χάλαζαν ἐπὶ πᾶσαν γῆν
Αἰγύπτου. 24ἦν δὲ ἡ χάλαζα καὶ τὸ πῦρ φλογίζον ἐν τῇ χαλάζῃ· ἡ δὲ χάλαζα ποãὴ σφόδρα σφόδρα,
ἥτις τοιαύτη οὐ γέγονεν ἐν Αἰγύπτῳ ἀφ’ οὗ γεγένηται ἐπ’ αὐτῆς ἔθνος. 25ἐπάταξεν δὲ ἡ χάλαζα ἐν
πάσῃ γῇ Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ πᾶσαν βοτάνην τὴν ἐν τῷ πεδίῳ ἐπάταξεν ἡ
χάλαζα, καὶ πάντα τὰ ξύλα τὰ ἐν τοῖς πεδίοις συνέτριψεν ἡ χάλαζα· 26πλὴν ἐν γῇ Γεσεµ, οὗ ἦσαν οἱ
υἱοὶ Ισραηλ, οὐκ ἐγένετο ἡ χάλαζα. 27ἀποστείλας δὲ Φαραω ἐκάλεσεν Μωυσῆν καὶ Ααρων καὶ εἶπεν
αὐτοῖς Ἡµάρτηκα τὸ νῦν· ὁ κύριος δίκαιος, ἐγὼ δὲ καὶ ὁ λαός µου ἀσεβεῖς. 28εὔξασθε οὖν περὶ ἐµοῦ
πρὸς κύριον, καὶ παυσάσθω τοῦ γενηθῆναι φωνὰς θεοῦ καὶ χάλαζαν καὶ πῦρ· καὶ ἐξαποστελῶ ὑµᾶς,
καὶ οὐκέτι προσθήσεσθε µένειν. 29εἶπεν δὲ αὐτῷ Μωυσῆς Ὡς ἂν ἐξέλθω τὴν πόλιν, ἐκπετάσω τὰς
χεῖράς µου πρὸς κύριον, καὶ αἱ φωναὶ παύσονται, καὶ ἡ χάλαζα καὶ ὁ ὑετὸς οὐκ ἔσται ἔτι· ἵνα γνῷς
ὅτι τοῦ κυρίου ἡ γῆ. 30καὶ σὺ καὶ οἱ θεράποντές σου ἐπίσταµαι ὅτι οὐδέπω πεφόβησθε τὸν κύριον.
31τὸ δὲ λίνον καὶ ἡ κριθὴ ἐπλήγη· ἡ γὰρ κριθὴ παρεστηκυῖα, τὸ δὲ λίνον σπερµατίζον. 32ὁ δὲ πυρὸς
καὶ ἡ ὀλύρα οὐκ ἐπλήγη· ὄψιµα γὰρ ἦν. 33ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω ἐκτὸς τῆς πόλεως καὶ
ἐξεπέτασεν τὰς χεῖρας πρὸς κύριον, καὶ αἱ φωναὶ ἐπαύσαντο καὶ ἡ χάλαζα, καὶ ὁ ὑετὸς οὐκ ἔσταξεν
ἔτι ἐπὶ τὴν γῆν. 34ἰδὼν δὲ Φαραω ὅτι πέπαυται ὁ ὑετὸς καὶ ἡ χάλαζα καὶ αἱ φωναί, προσέθετο τοῦ
ἁµαρτάνειν καὶ ἐβάρυνεν αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ. 35καὶ ἐσκληρύνθη ἡ καρδία
Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ, καθάπερ ἐλάλησεν κύριος τῷ Μωυσῇ.
Exodus, Chapter 10
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων Εἴσελθε πρὸς Φαραω· ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν
καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ, ἵνα ἑξῆς ἐπέλθῃ τὰ σηµεῖα ταῦτα ἐπ’ αὐτούς· 2ὅπως διηγήσησθε
εἰς τὰ ὦτα τῶν τέκνων ὑµῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑµῶν ὅσα ἐµπέπαιχα τοῖς Αἰγυπτίοις, καὶ
τὰ σηµεῖά µου, ἃ ἐποίησα ἐν αὐτοῖς, καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος. 3εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ Τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων Ἕως τίνος οὐ βούλει
ἐντραπῆναί µε; ἐξαπόστειλον τὸν λαόν µου, ἵνα λατρεύσωσίν µοι. 4ἐὰν δὲ µὴ θέλῃς σὺ ἐξαποστεῖλαι
τὸν λαόν µου, ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα ποãὴν ἐπὶ πάντα τὰ ὅριά σου, 5καὶ
καλύψει τὴν ὄψιν τῆς γῆς, καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν, καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς
τὸ καταλειφθέν, ὃ κατέλιπεν ὑµῖν ἡ χάλαζα, καὶ κατέδεται πᾶν ξύλον τὸ φυόµενον ὑµῖν ἐπὶ τῆς γῆς·
6καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ
τῶν Αἰγυπτίων, ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡµέρας
γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡµέρας ταύτης. καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω. 7καὶ
λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν Ἕως τίνος ἔσται τοῦτο ἡµῖν σκῶλον; ἐξαπόστειλον τοὺς
ἀνθρώπους, ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν· ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος; 8καὶ
ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω, καὶ εἶπεν αὐτοῖς Πορεύεσθε καὶ λατρεύσατε
τῷ θεῷ ὑµῶν· τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόµενοι; 9καὶ λέγει Μωυσῆς Σὺν τοῖς νεανίσκοις καὶ
πρεσβυτέροις πορευσόµεθα, σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡµῶν· ἔστιν γὰρ
ἑορτὴ κυρίου τοῦ θεοῦ ἡµῶν. 10καὶ εἶπεν πρὸς αὐτούς Ἔστω οὕτως, κύριος µεθ’ ὑµῶν· καθότι
ἀποστέãω ὑµᾶς, µὴ καὶ τὴν ἀποσκευὴν ὑµῶν; ἴδετε ὅτι πονηρία πρόκειται ὑµῖν. 11µὴ οὕτως·
πορευέσθωσαν δὲ οἱ ἄνδρες, καὶ λατρεύσατε τῷ θεῷ· τοῦτο γὰρ αὐτοὶ ζητεῖτε. ἐξέβαλον δὲ αὐτοὺς
ἀπὸ προσώπου Φαραω. — 12εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου,
καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν
ξύλων, ὃν ὑπελίπετο ἡ χάλαζα. 13καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν, καὶ κύριος
ἐπήγαγεν ἄνεµον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡµέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· τὸ πρωὶ ἐγενήθη,
καὶ ὁ ἄνεµος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα 14καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου, καὶ
κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου ποãὴ σφόδρα· προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς
καὶ µετὰ ταῦτα οὐκ ἔσται οὕτως. 15καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς, καὶ ἐφθάρη ἡ γῆ· καὶ κατέφαγεν
πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων, ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης· οὐχ
ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου.
16κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων Ἡµάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ
ὑµῶν καὶ εἰς ὑµᾶς· 17προσδέξασθε οὖν µου τὴν ἁµαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν
θεὸν ὑµῶν, καὶ περιελέτω ἀπ’ ἐµοῦ τὸν θάνατον τοῦτον. 18ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ
ηὔξατο πρὸς τὸν θεόν. 19καὶ µετέβαλεν κύριος ἄνεµον ἀπὸ θαλάσσης σφοδρόν, καὶ ἀνέλαβεν τὴν
ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν, καὶ οὐχ ὑπελείφθη ἀκρὶς µία ἐν πάσῃ γῇ
Αἰγύπτου. 20καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ.
21Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν, καὶ γενηθήτω σκότος
ἐπὶ γῆν Αἰγύπτου, ψηλαφητὸν σκότος. 22ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν, καὶ ἐγένετο
σκότος γνόφος θύεãα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡµέρας, 23καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡµέρας, καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡµέρας· πᾶσι δὲ τοῖς υἱοῖς
Ισραηλ ἦν φῶς ἐν πᾶσιν, οἷς κατεγίνοντο. 24καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων
Βαδίζετε, λατρεύσατε κυρίῳ τῷ θεῷ ὑµῶν· πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε· καὶ ἡ
ἀποσκευὴ ὑµῶν ἀποτρεχέτω µεθ’ ὑµῶν. 25καὶ εἶπεν Μωυσῆς Ἀãὰ καὶ σὺ δώσεις ἡµῖν
ὁλοκαυτώµατα καὶ θυσίας, ἃ ποιήσοµεν κυρίῳ τῷ θεῷ ἡµῶν, 26καὶ τὰ κτήνη ἡµῶν πορεύσεται µεθ’
ἡµῶν, καὶ οὐχ ὑπολειψόµεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ ληµψόµεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡµῶν·
ἡµεῖς δὲ οὐκ οἴδαµεν, τί λατρεύσωµεν κυρίῳ τῷ θεῷ ἡµῶν, ἕως τοῦ ἐλθεῖν ἡµᾶς ἐκεῖ. 27ἐσκλήρυνεν
δὲ κύριος τὴν καρδίαν Φαραω, καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς. 28καὶ λέγει Φαραω Ἄπελθε
ἀπ’ ἐµοῦ, πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν µου τὸ πρόσωπον· ᾗ δ’ ἂν ἡµέρᾳ ὀφθῇς µοι, ἀποθανῇ.
29λέγει δὲ Μωυσῆς Εἴρηκας· οὐκέτι ὀφθήσοµαί σοι εἰς πρόσωπον.
Exodus, Chapter 11
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔτι µίαν πληγὴν ἐπάξω ἐπὶ Φαραω καὶ ἐπ’ Αἴγυπτον, καὶ
µετὰ ταῦτα ἐξαποστελεῖ ὑµᾶς ἐντεῦθεν· ὅταν δὲ ἐξαποστέãῃ ὑµᾶς, σὺν παντὶ ἐκβαλεῖ ὑµᾶς ἐκβολῇ.
2λάλησον οὖν κρυφῇ εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ αἰτησάτω ἕκαστος παρὰ τοῦ πλησίον καὶ γυνὴ παρὰ
τῆς πλησίον σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ ἱµατισµόν. 3κύριος δὲ ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ
ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν αὐτοῖς· καὶ ὁ ἄνθρωπος Μωυσῆς µέγας ἐγενήθη σφόδρα
ἐναντίον τῶν Αἰγυπτίων καὶ ἐναντίον Φαραω καὶ ἐναντίον πάντων τῶν θεραπόντων αὐτοῦ.
4Καὶ εἶπεν Μωυσῆς Τάδε λέγει κύριος Περὶ µέσας νύκτας ἐγὼ εἰσπορεύοµαι εἰς µέσον Αἰγύπτου,
5καὶ τελευτήσει πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκου Φαραω, ὃς κάθηται ἐπὶ τοῦ
θρόνου, καὶ ἕως πρωτοτόκου τῆς θεραπαίνης τῆς παρὰ τὸν µύλον καὶ ἕως πρωτοτόκου παντὸς
κτήνους, 6καὶ ἔσται κραυγὴ µεγάλη κατὰ πᾶσαν γῆν Αἰγύπτου, ἥτις τοιαύτη οὐ γέγονεν καὶ τοιαύτη
οὐκέτι προστεθήσεται. 7καὶ ἐν πᾶσι τοῖς υἱοῖς Ισραηλ οὐ γρύξει κύων τῇ γλώσσῃ αὐτοῦ ἀπὸ
ἀνθρώπου ἕως κτήνους, ὅπως εἰδῇς ὅσα παραδοξάσει κύριος ἀνὰ µέσον τῶν Αἰγυπτίων καὶ τοῦ
Ισραηλ. 8καὶ καταβήσονται πάντες οἱ παῖδές σου οὗτοι πρός µε καὶ προσκυνήσουσίν µε λέγοντες
Ἔξελθε σὺ καὶ πᾶς ὁ λαός σου, οὗ σὺ ἀφηγῇ· καὶ µετὰ ταῦτα ἐξελεύσοµαι. ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ
Φαραω µετὰ θυµοῦ. 9εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Οὐκ εἰσακούσεται ὑµῶν Φαραω, ἵνα πληθύνων
πληθύνω µου τὰ σηµεῖα καὶ τὰ τέρατα ἐν γῇ Αἰγύπτῳ. 10Μωυσῆς δὲ καὶ Ααρων ἐποίησαν πάντα τὰ
σηµεῖα καὶ τὰ τέρατα ταῦτα ἐν γῇ Αἰγύπτῳ ἐναντίον Φαραω· ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν
Φαραω, καὶ οὐκ ἠθέλησεν ἐξαποστεῖλαι τοὺς υἱοὺς Ισραηλ ἐκ γῆς Αἰγύπτου.
Exodus, Chapter 12
1Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων ἐν γῇ Αἰγύπτου λέγων 2Ὁ µὴν οὗτος ὑµῖν ἀρχὴ
µηνῶν, πρῶτός ἐστιν ὑµῖν ἐν τοῖς µησὶν τοῦ ἐνιαυτοῦ. 3λάλησον πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
λέγων Τῇ δεκάτῃ τοῦ µηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον κατ’ οἴκους πατριῶν, ἕκαστος
πρόβατον κατ’ οἰκίαν. 4ἐὰν δὲ ὀλιγοστοὶ ὦσιν οἱ ἐν τῇ οἰκίᾳ ὥστε µὴ ἱκανοὺς εἶναι εἰς πρόβατον,
συãήµψεται µεθ’ ἑαυτοῦ τὸν γείτονα τὸν πλησίον αὐτοῦ κατὰ ἀριθµὸν ψυχῶν· ἕκαστος τὸ ἀρκοῦν
αὐτῷ συναριθµήσεται εἰς πρόβατον. 5πρόβατον τέλειον ἄρσεν ἐνιαύσιον ἔσται ὑµῖν· ἀπὸ τῶν ἀρνῶν
καὶ τῶν ἐρίφων λήµψεσθε. 6καὶ ἔσται ὑµῖν διατετηρηµένον ἕως τῆς τεσσαρεσκαιδεκάτης τοῦ µηνὸς
τούτου, καὶ σφάξουσιν αὐτὸ πᾶν τὸ πλῆθος συναγωγῆς υἱῶν Ισραηλ πρὸς ἑσπέραν. 7καὶ λήµψονται
ἀπὸ τοῦ αἵµατος καὶ θήσουσιν ἐπὶ τῶν δύο σταθµῶν καὶ ἐπὶ τὴν φλιὰν ἐν τοῖς οἴκοις, ἐν οἷς ἐὰν
φάγωσιν αὐτὰ ἐν αὐτοῖς. 8καὶ φάγονται τὰ κρέα τῇ νυκτὶ ταύτῃ· ὀπτὰ πυρὶ καὶ ἄζυµα ἐπὶ πικρίδων
ἔδονται. 9οὐκ ἔδεσθε ἀπ’ αὐτῶν ὠµὸν οὐδὲ ἡψηµένον ἐν ὕδατι, ἀã’ ἢ ὀπτὰ πυρί, κεφαλὴν σὺν τοῖς
ποσὶν καὶ τοῖς ἐνδοσθίοις. 10οὐκ ἀπολείψετε ἀπ’ αὐτοῦ ἕως πρωὶ καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’
αὐτοῦ· τὰ δὲ καταλειπόµενα ἀπ’ αὐτοῦ ἕως πρωὶ ἐν πυρὶ κατακαύσετε. 11οὕτως δὲ φάγεσθε αὐτό· αἱ
ὀσφύες ὑµῶν περιεζωσµέναι, καὶ τὰ ὑποδήµατα ἐν τοῖς ποσὶν ὑµῶν, καὶ αἱ βακτηρίαι ἐν ταῖς χερσὶν
ὑµῶν· καὶ ἔδεσθε αὐτὸ µετὰ σπουδῆς· πασχα ἐστὶν κυρίῳ. 12καὶ διελεύσοµαι ἐν γῇ Αἰγύπτῳ ἐν τῇ
νυκτὶ ταύτῃ καὶ πατάξω πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἐν πᾶσι
τοῖς θεοῖς τῶν Αἰγυπτίων ποιήσω τὴν ἐκδίκησιν· ἐγὼ κύριος. 13καὶ ἔσται τὸ αἷµα ὑµῖν ἐν σηµείῳ ἐπὶ
τῶν οἰκιῶν, ἐν αἷς ὑµεῖς ἐστε ἐκεῖ, καὶ ὄψοµαι τὸ αἷµα καὶ σκεπάσω ὑµᾶς, καὶ οὐκ ἔσται ἐν ὑµῖν
πληγὴ τοῦ ἐκτριβῆναι, ὅταν παίω ἐν γῇ Αἰγύπτῳ. 14καὶ ἔσται ἡ ἡµέρα ὑµῖν αὕτη µνηµόσυνον, καὶ
ἑορτάσετε αὐτὴν ἑορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑµῶν· νόµιµον αἰώνιον ἑορτάσετε αὐτήν. 15ἑπτὰ
ἡµέρας ἄζυµα ἔδεσθε, ἀπὸ δὲ τῆς ἡµέρας τῆς πρώτης ἀφανιεῖτε ζύµην ἐκ τῶν οἰκιῶν ὑµῶν· πᾶς, ὃς
ἂν φάγῃ ζύµην, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ Ισραηλ ἀπὸ τῆς ἡµέρας τῆς πρώτης ἕως τῆς
ἡµέρας τῆς ἑβδόµης. 16καὶ ἡ ἡµέρα ἡ πρώτη κληθήσεται ἁγία, καὶ ἡ ἡµέρα ἡ ἑβδόµη κλητὴ ἁγία
ἔσται ὑµῖν· πᾶν ἔργον λατρευτὸν οὐ ποιήσετε ἐν αὐταῖς, πλὴν ὅσα ποιηθήσεται πάσῃ ψυχῇ, τοῦτο
µόνον ποιηθήσεται ὑµῖν. 17καὶ φυλάξεσθε τὴν ἐντολὴν ταύτην· ἐν γὰρ τῇ ἡµέρᾳ ταύτῃ ἐξάξω τὴν
δύναµιν ὑµῶν ἐκ γῆς Αἰγύπτου, καὶ ποιήσετε τὴν ἡµέραν ταύτην εἰς γενεὰς ὑµῶν νόµιµον αἰώνιον.
18ἐναρχοµένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡµέρᾳ τοῦ µηνὸς τοῦ πρώτου ἀφ’ ἑσπέρας ἔδεσθε ἄζυµα ἕως
ἡµέρας µιᾶς καὶ εἰκάδος τοῦ µηνὸς ἕως ἑσπέρας. 19ἑπτὰ ἡµέρας ζύµη οὐχ εὑρεθήσεται ἐν ταῖς οἰκίαις
ὑµῶν· πᾶς, ὃς ἂν φάγῃ ζυµωτόν, ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ συναγωγῆς Ισραηλ ἔν τε τοῖς
γειώραις καὶ αὐτόχθοσιν τῆς γῆς· 20πᾶν ζυµωτὸν οὐκ ἔδεσθε, ἐν παντὶ δὲ κατοικητηρίῳ ὑµῶν ἔδεσθε
ἄζυµα.
21Ἐκάλεσεν δὲ Μωυσῆς πᾶσαν γερουσίαν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Ἀπελθόντες λάβετε
ὑµῖν ἑαυτοῖς πρόβατον κατὰ συíενείας ὑµῶν καὶ θύσατε τὸ πασχα. 22λήµψεσθε δὲ δέσµην ὑσσώπου
καὶ βάψαντες ἀπὸ τοῦ αἵµατος τοῦ παρὰ τὴν θύραν καθίξετε τῆς φλιᾶς καὶ ἐπ’ ἀµφοτέρων τῶν
σταθµῶν ἀπὸ τοῦ αἵµατος, ὅ ἐστιν παρὰ τὴν θύραν· ὑµεῖς δὲ οὐκ ἐξελεύσεσθε ἕκαστος τὴν θύραν τοῦ
οἴκου αὐτοῦ ἕως πρωί. 23καὶ παρελεύσεται κύριος πατάξαι τοὺς Αἰγυπτίους καὶ ὄψεται τὸ αἷµα ἐπὶ
τῆς φλιᾶς καὶ ἐπ’ ἀµφοτέρων τῶν σταθµῶν, καὶ παρελεύσεται κύριος τὴν θύραν καὶ οὐκ ἀφήσει τὸν
ὀλεθρεύοντα εἰσελθεῖν εἰς τὰς οἰκίας ὑµῶν πατάξαι. 24καὶ φυλάξεσθε τὸ ῥῆµα τοῦτο νόµιµον σεαυτῷ
καὶ τοῖς υἱοῖς σου ἕως αἰῶνος. 25ἐὰν δὲ εἰσέλθητε εἰς τὴν γῆν, ἣν ἂν δῷ κύριος ὑµῖν, καθότι ἐλάλησεν,
φυλάξεσθε τὴν λατρείαν ταύτην. 26καὶ ἔσται, ἐὰν λέγωσιν πρὸς ὑµᾶς οἱ υἱοὶ ὑµῶν Τίς ἡ λατρεία αὕτη; 27καὶ ἐρεῖτε αὐτοῖς Θυσία τὸ πασχα τοῦτο κυρίῳ, ὡς ἐσκέπασεν τοὺς οἴκους τῶν υἱῶν Ισραηλ
ἐν Αἰγύπτῳ, ἡνίκα ἐπάταξεν τοὺς Αἰγυπτίους, τοὺς δὲ οἴκους ἡµῶν ἐρρύσατο. καὶ κύψας ὁ λαὸς
προσεκύνησεν. 28καὶ ἀπελθόντες ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ
Ααρων, οὕτως ἐποίησαν.
29Ἐγενήθη δὲ µεσούσης τῆς νυκτὸς καὶ κύριος ἐπάταξεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ
πρωτοτόκου Φαραω τοῦ καθηµένου ἐπὶ τοῦ θρόνου ἕως πρωτοτόκου τῆς αἰχµαλωτίδος τῆς ἐν τῷ
λάκκῳ καὶ ἕως πρωτοτόκου παντὸς κτήνους. 30καὶ ἀναστὰς Φαραω νυκτὸς καὶ πάντες οἱ θεράποντες
αὐτοῦ καὶ πάντες οἱ Αἰγύπτιοι καὶ ἐγενήθη κραυγὴ µεγάλη ἐν πάσῃ γῇ Αἰγύπτῳ· οὐ γὰρ ἦν οἰκία,
ἐν ᾗ οὐκ ἦν ἐν αὐτῇ τεθνηκώς. 31καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων νυκτὸς καὶ εἶπεν αὐτοῖς
Ἀνάστητε καὶ ἐξέλθατε ἐκ τοῦ λαοῦ µου καὶ ὑµεῖς καὶ οἱ υἱοὶ Ισραηλ· βαδίζετε καὶ λατρεύσατε
κυρίῳ τῷ θεῷ ὑµῶν, καθὰ λέγετε· 32καὶ τὰ πρόβατα καὶ τοὺς βόας ὑµῶν ἀναλαβόντες πορεύεσθε,
εὐλογήσατε δὲ κἀµέ. 33καὶ κατεβιάζοντο οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἐκ τῆς γῆς·
εἶπαν γὰρ ὅτι Πάντες ἡµεῖς ἀποθνῄσκοµεν. 34ἀνέλαβεν δὲ ὁ λαὸς τὸ σταῖς πρὸ τοῦ ζυµωθῆναι, τὰ
φυράµατα αὐτῶν ἐνδεδεµένα ἐν τοῖς ἱµατίοις αὐτῶν ἐπὶ τῶν ὤµων. 35οἱ δὲ υἱοὶ Ισραηλ ἐποίησαν
καθὰ συνέταξεν αὐτοῖς Μωυσῆς, καὶ ᾔτησαν παρὰ τῶν Αἰγυπτίων σκεύη ἀργυρᾶ καὶ χρυσᾶ καὶ
ἱµατισµόν· 36καὶ κύριος ἔδωκεν τὴν χάριν τῷ λαῷ αὐτοῦ ἐναντίον τῶν Αἰγυπτίων, καὶ ἔχρησαν
αὐτοῖς· καὶ ἐσκύλευσαν τοὺς Αἰγυπτίους.
37Ἀπάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Ραµεσση εἰς Σοκχωθα εἰς ἑξακοσίας χιλιάδας πεζῶν οἱ ἄνδρες
πλὴν τῆς ἀποσκευῆς, 38καὶ ἐπίµικτος πολὺς συνανέβη αὐτοῖς καὶ πρόβατα καὶ βόες καὶ κτήνη ποãὰ
σφόδρα. 39καὶ ἔπεψαν τὸ σταῖς, ὃ ἐξήνεγκαν ἐξ Αἰγύπτου, ἐγκρυφίας ἀζύµους· οὐ γὰρ ἐζυµώθη·
ἐξέβαλον γὰρ αὐτοὺς οἱ Αἰγύπτιοι, καὶ οὐκ ἠδυνήθησαν ἐπιµεῖναι οὐδὲ ἐπισιτισµὸν ἐποίησαν ἑαυτοῖς
εἰς τὴν ὁδόν. 40ἡ δὲ κατοίκησις τῶν υἱῶν Ισραηλ, ἣν κατῴκησαν ἐν γῇ Αἰγύπτῳ καὶ ἐν γῇ Χανααν,
ἔτη τετρακόσια τριάκοντα, 41καὶ ἐγένετο µετὰ τὰ τετρακόσια τριάκοντα ἔτη ἐξῆλθεν πᾶσα ἡ δύναµις
κυρίου ἐκ γῆς Αἰγύπτου. 42νυκτὸς προφυλακή ἐστιν τῷ κυρίῳ ὥστε ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς
Αἰγύπτου· ἐκείνη ἡ νὺξ αὕτη προφυλακὴ κυρίῳ ὥστε πᾶσι τοῖς υἱοῖς Ισραηλ εἶναι εἰς γενεὰς αὐτῶν.
43Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν καὶ Ααρων λέγων Οὗτος ὁ νόµος τοῦ πασχα· πᾶς ἀãογενὴς οὐκ
ἔδεται ἀπ’ αὐτοῦ· 44καὶ πᾶν οἰκέτην τινὸς ἢ ἀργυρώνητον περιτεµεῖς αὐτόν, καὶ τότε φάγεται ἀπ’
αὐτοῦ· 45πάροικος ἢ µισθωτὸς οὐκ ἔδεται ἀπ’ αὐτοῦ. 46ἐν οἰκίᾳ µιᾷ βρωθήσεται, καὶ οὐκ ἐξοίσετε ἐκ
τῆς οἰκίας τῶν κρεῶν ἔξω· καὶ ὀστοῦν οὐ συντρίψετε ἀπ’ αὐτοῦ. 47πᾶσα συναγωγὴ υἱῶν Ισραηλ
ποιήσει αὐτό. 48ἐὰν δέ τις προσέλθῃ πρὸς ὑµᾶς προσήλυτος ποιῆσαι τὸ πασχα κυρίῳ, περιτεµεῖς
αὐτοῦ πᾶν ἀρσενικόν, καὶ τότε προσελεύσεται ποιῆσαι αὐτὸ καὶ ἔσται ὥσπερ καὶ ὁ αὐτόχθων τῆς
γῆς· πᾶς ἀπερίτµητος οὐκ ἔδεται ἀπ’ αὐτοῦ. 49νόµος εἷς ἔσται τῷ ἐγχωρίῳ καὶ τῷ προσελθόντι
προσηλύτῳ ἐν ὑµῖν. 50καὶ ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ ἐνετείλατο κύριος τῷ Μωυσῇ καὶ Ααρων
πρὸς αὐτούς, οὕτως ἐποίησαν. — 51καὶ ἐγένετο ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἐξήγαγεν κύριος τοὺς υἱοὺς
Ισραηλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάµει αὐτῶν.
Exodus, Chapter 13
1 Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων 2Ἁγίασόν µοι πᾶν πρωτότοκον πρωτογενὲς διανοῖγον
πᾶσαν µήτραν ἐν τοῖς υἱοῖς Ισραηλ ἀπὸ ἀνθρώπου ἕως κτήνους· ἐµοί ἐστιν.
3Εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Μνηµονεύετε τὴν ἡµέραν ταύτην, ἐν ᾗ ἐξήλθατε ἐκ γῆς
Αἰγύπτου ἐξ οἴκου δουλείας· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγεν ὑµᾶς κύριος ἐντεῦθεν· καὶ οὐ
βρωθήσεται ζύµη. 4ἐν γὰρ τῇ σήµερον ὑµεῖς ἐκπορεύεσθε ἐν µηνὶ τῶν νέων. 5καὶ ἔσται ἡνίκα ἐὰν
εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν γῆν τῶν Χαναναίων καὶ Χετταίων καὶ Ευαίων καὶ Γεργεσαίων
καὶ Αµορραίων καὶ Φερεζαίων καὶ Ιεβουσαίων, ἣν ὤµοσεν τοῖς πατράσιν σου δοῦναί σοι, γῆν ῥέουσαν
γάλα καὶ µέλι, καὶ ποιήσεις τὴν λατρείαν ταύτην ἐν τῷ µηνὶ τούτῳ. 6ἓξ ἡµέρας ἔδεσθε ἄζυµα, τῇ δὲ
ἡµέρᾳ τῇ ἑβδόµῃ ἑορτὴ κυρίου· 7ἄζυµα ἔδεσθε τὰς ἑπτὰ ἡµέρας, οὐκ ὀφθήσεταί σοι ζυµωτόν, οὐδὲ
ἔσται σοι ζύµη ἐν πᾶσιν τοῖς ὁρίοις σου. 8καὶ ἀναíελεῖς τῷ υἱῷ σου ἐν τῇ ἡµέρᾳ ἐκείνῃ λέγων Διὰ
τοῦτο ἐποίησεν κύριος ὁ θεός µοι, ὡς ἐξεπορευόµην ἐξ Αἰγύπτου. 9καὶ ἔσται σοι σηµεῖον ἐπὶ τῆς
χειρός σου καὶ µνηµόσυνον πρὸ ὀφθαλµῶν σου, ὅπως ἂν γένηται ὁ νόµος κυρίου ἐν τῷ στόµατί σου·
ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ὁ θεὸς ἐξ Αἰγύπτου. 10καὶ φυλάξεσθε τὸν νόµον τοῦτον
κατὰ καιροὺς ὡρῶν ἀφ’ ἡµερῶν εἰς ἡµέρας. 11καὶ ἔσται ὡς ἂν εἰσαγάγῃ σε κύριος ὁ θεός σου εἰς τὴν
γῆν τῶν Χαναναίων, ὃν τρόπον ὤµοσεν τοῖς πατράσιν σου, καὶ δώσει σοι αὐτήν, 12καὶ ἀφελεῖς πᾶν
διανοῖγον µήτραν, τὰ ἀρσενικά, τῷ κυρίῳ· πᾶν διανοῖγον µήτραν ἐκ τῶν βουκολίων ἢ ἐν τοῖς
κτήνεσίν σου, ὅσα ἐὰν γένηταί σοι, τὰ ἀρσενικά, ἁγιάσεις τῷ κυρίῳ. 13πᾶν διανοῖγον µήτραν ὄνου
ἀãάξεις προβάτῳ· ἐὰν δὲ µὴ ἀãάξῃς, λυτρώσῃ αὐτό. πᾶν πρωτότοκον ἀνθρώπου τῶν υἱῶν σου
λυτρώσῃ. 14ἐὰν δὲ ἐρωτήσῃ σε ὁ υἱός σου µετὰ ταῦτα λέγων Τί τοῦτο; καὶ ἐρεῖς αὐτῷ ὅτι Ἐν χειρὶ
κραταιᾷ ἐξήγαγεν ἡµᾶς κύριος ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας· 15ἡνίκα δὲ ἐσκλήρυνεν Φαραω
ἐξαποστεῖλαι ἡµᾶς, ἀπέκτεινεν πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ ἀπὸ πρωτοτόκων ἀνθρώπων ἕως
πρωτοτόκων κτηνῶν· διὰ τοῦτο ἐγὼ θύω τῷ κυρίῳ πᾶν διανοῖγον µήτραν, τὰ ἀρσενικά, καὶ πᾶν
πρωτότοκον τῶν υἱῶν µου λυτρώσοµαι. 16καὶ ἔσται εἰς σηµεῖον ἐπὶ τῆς χειρός σου καὶ ἀσάλευτον πρὸ
ὀφθαλµῶν σου· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξήγαγέν σε κύριος ἐξ Αἰγύπτου.
17Ὡς δὲ ἐξαπέστειλεν Φαραω τὸν λαόν, οὐχ ὡδήγησεν αὐτοὺς ὁ θεὸς ὁδὸν γῆς Φυλιστιιµ, ὅτι
ἐíὺς ἦν· εἶπεν γὰρ ὁ θεός Μήποτε µεταµελήσῃ τῷ λαῷ ἰδόντι πόλεµον, καὶ ἀποστρέψῃ εἰς
Αἴγυπτον. 18καὶ ἐκύκλωσεν ὁ θεὸς τὸν λαὸν ὁδὸν τὴν εἰς τὴν ἔρηµον εἰς τὴν ἐρυθρὰν θάλασσαν.
πέµπτη δὲ γενεὰ ἀνέβησαν οἱ υἱοὶ Ισραηλ ἐκ γῆς Αἰγύπτου. 19καὶ ἔλαβεν Μωυσῆς τὰ ὀστᾶ Ιωσηφ
µεθ’ ἑαυτοῦ· ὅρκῳ γὰρ ὥρκισεν Ιωσηφ τοὺς υἱοὺς Ισραηλ λέγων Ἐπισκοπῇ ἐπισκέψεται ὑµᾶς κύριος,
καὶ συνανοίσετέ µου τὰ ὀστᾶ ἐντεῦθεν µεθ’ ὑµῶν. 20ἐξάραντες δὲ οἱ υἱοὶ Ισραηλ ἐκ Σοκχωθ
ἐστρατοπέδευσαν ἐν Οθοµ παρὰ τὴν ἔρηµον. 21ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν, ἡµέρας µὲν ἐν στύλῳ νεφέλης
Text from: Septuaginta
© 2006 Deutsche Bibelgesellschaft, Stuttgart
All rights reserved 85
δεῖξαι αὐτοῖς τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρός· 22οὐκ ἐξέλιπεν ὁ στῦλος τῆς νεφέλης ἡµέρας
καὶ ὁ στῦλος τοῦ πυρὸς νυκτὸς ἐναντίον παντὸς τοῦ λαοῦ.
Exodus, Chapter 14
14 1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2Λάλησον τοῖς υἱοῖς Ισραηλ, καὶ ἀποστρέψαντες
στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ µέσον Μαγδώλου καὶ ἀνὰ µέσον τῆς θαλάσσης ἐξ
ἐναντίας Βεελσεπφων, ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης. 3καὶ ἐρεῖ Φαραω τῷ λαῷ
αὐτοῦ Οἱ υἱοὶ Ισραηλ πλανῶνται οὗτοι ἐν τῇ γῇ· συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρηµος. 4ἐγὼ δὲ
σκληρυνῶ τὴν καρδίαν Φαραω, καὶ καταδιώξεται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσοµαι ἐν Φαραω καὶ
ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ, καὶ γνώσονται πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰµι κύριος. καὶ ἐποίησαν
οὕτως. 5καὶ ἀνηíέλη τῷ βασιλεῖ τῶν Αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός· καὶ µετεστράφη ἡ καρδία
Φαραω καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν, καὶ εἶπαν Τί τοῦτο ἐποιήσαµεν τοῦ ἐξαποστεῖλαι
τοὺς υἱοὺς Ισραηλ τοῦ µὴ δουλεύειν ἡµῖν; 6ἔζευξεν οὖν Φαραω τὰ ἅρµατα αὐτοῦ καὶ πάντα τὸν λαὸν
αὐτοῦ συναπήγαγεν µεθ’ ἑαυτοῦ 7καὶ λαβὼν ἑξακόσια ἅρµατα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν
Αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων. 8καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω βασιλέως
Αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ, καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν Ισραηλ· οἱ δὲ υἱοὶ Ισραηλ
ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ. 9καὶ κατεδίωξαν οἱ Αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς
παρεµβεβληκότας παρὰ τὴν θάλασσαν, καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρµατα Φαραω καὶ οἱ ἱππεῖς καὶ ἡ
στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας Βεελσεπφων. 10καὶ Φαραω προσῆγεν· καὶ
ἀναβλέψαντες οἱ υἱοὶ Ισραηλ τοῖς ὀφθαλµοῖς ὁρῶσιν, καὶ οἱ Αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω
αὐτῶν, καὶ ἐφοβήθησαν σφόδρα· ἀνεβόησαν δὲ οἱ υἱοὶ Ισραηλ πρὸς κύριον. 11καὶ εἶπεν πρὸς Μωυσῆν
Παρὰ τὸ µὴ ὑπάρχειν µνήµατα ἐν γῇ Αἰγύπτῳ ἐξήγαγες ἡµᾶς θανατῶσαι ἐν τῇ ἐρήµῳ; τί τοῦτο
ἐποίησας ἡµῖν ἐξαγαγὼν ἐξ Αἰγύπτου; 12οὐ τοῦτο ἦν τὸ ῥῆµα, ὃ ἐλαλήσαµεν πρὸς σὲ ἐν Αἰγύπτῳ
λέγοντες Πάρες ἡµᾶς, ὅπως δουλεύσωµεν τοῖς Αἰγυπτίοις; κρεῖσσον γὰρ ἡµᾶς δουλεύειν τοῖς
Αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήµῳ ταύτῃ. 13εἶπεν δὲ Μωυσῆς πρὸς τὸν λαόν Θαρσεῖτε· στῆτε καὶ
ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ, ἣν ποιήσει ἡµῖν σήµερον· ὃν τρόπον γὰρ ἑωράκατε τοὺς
Αἰγυπτίους σήµερον, οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον· 14κύριος πολεµήσει περὶ
ὑµῶν, καὶ ὑµεῖς σιγήσετε.
15Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τί βοᾷς πρός µε; λάλησον τοῖς υἱοῖς Ισραηλ, καὶ ἀναζευξάτωσαν·
16καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥῆξον αὐτήν, καὶ
εἰσελθάτωσαν οἱ υἱοὶ Ισραηλ εἰς µέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν. 17καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν
καρδίαν Φαραω καὶ τῶν Αἰγυπτίων πάντων, καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν· καὶ ἐνδοξασθήσοµαι ἐν
Φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρµασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ. 18καὶ γνώσονται
πάντες οἱ Αἰγύπτιοι ὅτι ἐγώ εἰµι κύριος ἐνδοξαζοµένου µου ἐν Φαραω καὶ ἐν τοῖς ἅρµασιν καὶ ἵπποις
αὐτοῦ. 19ἐξῆρεν δὲ ὁ ἄíελος τοῦ θεοῦ ὁ προπορευόµενος τῆς παρεµβολῆς τῶν υἱῶν Ισραηλ καὶ
ἐπορεύθη ἐκ τῶν ὄπισθεν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν. 20καὶ εἰσῆλθεν ἀνὰ µέσον τῆς παρεµβολῆς τῶν Αἰγυπτίων καὶ ἀνὰ µέσον τῆς
παρεµβολῆς Ισραηλ καὶ ἔστη· καὶ ἐγένετο σκότος καὶ γνόφος, καὶ διῆλθεν ἡ νύξ, καὶ οὐ συνέµιξαν
ἀãήλοις ὅλην τὴν νύκτα· 21ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ ὑπήγαγεν κύριος
τὴν θάλασσαν ἐν ἀνέµῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν, καὶ ἐσχίσθη
τὸ ὕδωρ. 22καὶ εἰσῆλθον οἱ υἱοὶ Ισραηλ εἰς µέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν, καὶ τὸ ὕδωρ αὐτοῖς
τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύµων· 23κατεδίωξαν δὲ οἱ Αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν,
πᾶσα ἡ ἵππος Φαραω καὶ τὰ ἅρµατα καὶ οἱ ἀναβάται, εἰς µέσον τῆς θαλάσσης. 24ἐγενήθη δὲ ἐν τῇ
φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεµβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ
νεφέλης καὶ συνετάραξεν τὴν παρεµβολὴν τῶν Αἰγυπτίων 25καὶ συνέδησεν τοὺς ἄξονας τῶν
ἁρµάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς µετὰ βίας. καὶ εἶπαν οἱ Αἰγύπτιοι Φύγωµεν ἀπὸ προσώπου
Ισραηλ· ὁ γὰρ κύριος πολεµεῖ περὶ αὐτῶν τοὺς Αἰγυπτίους. 26εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἔκτεινον
τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν, καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς Αἰγυπτίους, ἐπί
τε τὰ ἅρµατα καὶ τοὺς ἀναβάτας. 27ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν, καὶ
ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡµέραν ἐπὶ χώρας· οἱ δὲ Αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ, καὶ ἐξετίναξεν
κύριος τοὺς Αἰγυπτίους µέσον τῆς θαλάσσης. 28καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρµατα καὶ
τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναµιν Φαραω τοὺς εἰσπεπορευµένους ὀπίσω αὐτῶν εἰς τὴν
θάλασσαν, καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. 29οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν µέσῳ
τῆς θαλάσσης, τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύµων. 30καὶ ἐρρύσατο κύριος τὸν
Ισραηλ ἐν τῇ ἡµέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν Αἰγυπτίων· καὶ εἶδεν Ισραηλ τοὺς Αἰγυπτίους τεθνηκότας
παρὰ τὸ χεῖλος τῆς θαλάσσης. 31εἶδεν δὲ Ισραηλ τὴν χεῖρα τὴν µεγάλην, ἃ ἐποίησεν κύριος τοῖς
Αἰγυπτίοις· ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τῷ θεῷ καὶ Μωυσῇ τῷ θεράποντι αὐτοῦ.
Exodus, Chapter 15
1 Τότε ᾖσεν Μωυσῆς καὶ οἱ υἱοὶ Ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες
ᾌσωµεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
2βοηθὸς καὶ σκεπαστὴς ἐγένετό µοι εἰς σωτηρίαν·
οὗτός µου θεός, καὶ δοξάσω αὐτόν,
θεὸς τοῦ πατρός µου, καὶ ὑψώσω αὐτόν.
3κύριος συντρίβων πολέµους,
κύριος ὄνοµα αὐτῷ.
4ἅρµατα Φαραω καὶ τὴν δύναµιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν,
ἐπιλέκτους ἀναβάτας τριστάτας
κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ.
5πόντῳ ἐκάλυψεν αὐτούς,
κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος.
6ἡ δεξιά σου, κύριε, δεδόξασται ἐν ἰσχύι·
ἡ δεξιά σου χείρ, κύριε, ἔθραυσεν ἐχθρούς.
7καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους·
ἀπέστειλας τὴν ὀργήν σου, καὶ κατέφαγεν αὐτοὺς ὡς καλάµην.
8καὶ διὰ πνεύµατος τοῦ θυµοῦ σου διέστη τὸ ὕδωρ·
ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα,
ἐπάγη τὰ κύµατα ἐν µέσῳ τῆς θαλάσσης.
9εἶπεν ὁ ἐχθρός Διώξας καταλήµψοµαι,
µεριῶ σκῦλα, ἐµπλήσω ψυχήν µου,
ἀνελῶ τῇ µαχαίρῃ µου, κυριεύσει ἡ χείρ µου.
10ἀπέστειλας τὸ πνεῦµά σου, ἐκάλυψεν αὐτοὺς θάλασσα·
ἔδυσαν ὡσεὶ µόλιβος ἐν ὕδατι σφοδρῷ.
11τίς ὅµοιός σοι ἐν θεοῖς, κύριε;
τίς ὅµοιός σοι, δεδοξασµένος ἐν ἁγίοις,
θαυµαστὸς ἐν δόξαις, ποιῶν τέρατα;
12ἐξέτεινας τὴν δεξιάν σου,
κατέπιεν αὐτοὺς γῆ.
13ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον, ὃν ἐλυτρώσω,
παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυµα ἅγιόν σου.
14ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν·
ὠδῖνες ἔλαβον κατοικοῦντας Φυλιστιιµ.
15τότε ἔσπευσαν ἡγεµόνες Εδωµ,
καὶ ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόµος,
ἐτάκησαν πάντες οἱ κατοικοῦντες Χανααν.
16ἐπιπέσοι ἐπ’ αὐτοὺς φόβος καὶ τρόµος,
µεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν,
ἕως ἂν παρέλθῃ ὁ λαός σου, κύριε,
ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος, ὃν ἐκτήσω.
17εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονοµίας σου,
εἰς ἕτοιµον κατοικητήριόν σου, ὃ κατειργάσω, κύριε,
ἁγίασµα, κύριε, ὃ ἡτοίµασαν αἱ χεῖρές σου.
18κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι.
19Ὅτι εἰσῆλθεν ἵππος Φαραω σὺν ἅρµασιν καὶ ἀναβάταις εἰς θάλασσαν, καὶ ἐπήγαγεν ἐπ’ αὐτοὺς
κύριος τὸ ὕδωρ τῆς θαλάσσης· οἱ δὲ υἱοὶ Ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν µέσῳ τῆς θαλάσσης.
20Λαβοῦσα δὲ Μαριαµ ἡ προφῆτις ἡ ἀδελφὴ Ααρων τὸ τύµπανον ἐν τῇ χειρὶ αὐτῆς, καὶ
ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς µετὰ τυµπάνων καὶ χορῶν, 21ἐξῆρχεν δὲ αὐτῶν Μαριαµ
λέγουσα
ᾌσωµεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται·
ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν.
22Ἐξῆρεν δὲ Μωυσῆς τοὺς υἱοὺς Ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρηµον
Σουρ· καὶ ἐπορεύοντο τρεῖς ἡµέρας ἐν τῇ ἐρήµῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν. 23ἦλθον δὲ εἰς
Μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ Μερρας, πικρὸν γὰρ ἦν· διὰ τοῦτο ἐπωνοµάσθη τὸ ὄνοµα τοῦ
τόπου ἐκείνου Πικρία. 24καὶ διεγόíυζεν ὁ λαὸς ἐπὶ Μωυσῆν λέγοντες Τί πιόµεθα; 25ἐβόησεν δὲ
Μωυσῆς πρὸς κύριον· καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον, καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ, καὶ ἐγλυκάνθη
τὸ ὕδωρ. ἐκεῖ ἔθετο αὐτῷ δικαιώµατα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν 26καὶ εἶπεν Ἐὰν ἀκοῇ
ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς
ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώµατα αὐτοῦ, πᾶσαν νόσον, ἣν ἐπήγαγον τοῖς
Αἰγυπτίοις, οὐκ ἐπάξω ἐπὶ σέ· ἐγὼ γάρ εἰµι κύριος ὁ ἰώµενός σε.
27Καὶ ἤλθοσαν εἰς Αιλιµ, καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδοµήκοντα στελέχη
φοινίκων· παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα.
Exodus, Chapter 16
1 Ἀπῆραν δὲ ἐξ Αιλιµ καὶ ἤλθοσαν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ εἰς τὴν ἔρηµον Σιν, ὅ ἐστιν
ἀνὰ µέσον Αιλιµ καὶ ἀνὰ µέσον Σινα. τῇ δὲ πεντεκαιδεκάτῃ ἡµέρᾳ τῷ µηνὶ τῷ δευτέρῳ
ἐξεληλυθότων αὐτῶν ἐκ γῆς Αἰγύπτου 2διεγόíυζεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐπὶ Μωυσῆν καὶ
Ααρων, 3καὶ εἶπαν πρὸς αὐτοὺς οἱ υἱοὶ Ισραηλ Ὄφελον ἀπεθάνοµεν πληγέντες ὑπὸ κυρίου ἐν γῇ
Αἰγύπτῳ, ὅταν ἐκαθίσαµεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν καὶ ἠσθίοµεν ἄρτους εἰς πλησµονήν· ὅτι
ἐξηγάγετε ἡµᾶς εἰς τὴν ἔρηµον ταύτην ἀποκτεῖναι πᾶσαν τὴν συναγωγὴν ταύτην ἐν λιµῷ. 4εἶπεν δὲ
κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ ὕω ὑµῖν ἄρτους ἐκ τοῦ οὐρανοῦ, καὶ ἐξελεύσεται ὁ λαὸς καὶ
συãέξουσιν τὸ τῆς ἡµέρας εἰς ἡµέραν, ὅπως πειράσω αὐτοὺς εἰ πορεύσονται τῷ νόµῳ µου ἢ οὔ· 5καὶ
ἔσται τῇ ἡµέρᾳ τῇ ἕκτῃ καὶ ἑτοιµάσουσιν ὃ ἐὰν εἰσενέγκωσιν, καὶ ἔσται διπλοῦν ὃ ἐὰν συναγάγωσιν
τὸ καθ’ ἡµέραν εἰς ἡµέραν. 6καὶ εἶπεν Μωυσῆς καὶ Ααρων πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ
Ἑσπέρας γνώσεσθε ὅτι κύριος ἐξήγαγεν ὑµᾶς ἐκ γῆς Αἰγύπτου, 7καὶ πρωὶ ὄψεσθε τὴν δόξαν κυρίου
ἐν τῷ εἰσακοῦσαι τὸν γοíυσµὸν ὑµῶν ἐπὶ τῷ θεῷ· ἡµεῖς δὲ τί ἐσµεν ὅτι διαγοíύζετε καθ’ ἡµῶν;
8καὶ εἶπεν Μωυσῆς Ἐν τῷ διδόναι κύριον ὑµῖν ἑσπέρας κρέα φαγεῖν καὶ ἄρτους τὸ πρωὶ εἰς
πλησµονὴν διὰ τὸ εἰσακοῦσαι κύριον τὸν γοíυσµὸν ὑµῶν, ὃν ὑµεῖς διαγοíύζετε καθ’ ἡµῶν· ἡµεῖς δὲ
τί ἐσµεν; οὐ γὰρ καθ’ ἡµῶν ὁ γοíυσµὸς ὑµῶν ἐστιν, ἀã’ ἢ κατὰ τοῦ θεοῦ. 9εἶπεν δὲ Μωυσῆς πρὸς
Ααρων Εἰπὸν πάσῃ συναγωγῇ υἱῶν Ισραηλ Προσέλθατε ἐναντίον τοῦ θεοῦ· εἰσακήκοεν γὰρ ὑµῶν τὸν
γοíυσµόν. 10ἡνίκα δὲ ἐλάλει Ααρων πάσῃ συναγωγῇ υἱῶν Ισραηλ, καὶ ἐπεστράφησαν εἰς τὴν
ἔρηµον, καὶ ἡ δόξα κυρίου ὤφθη ἐν νεφέλῃ. 11καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 12Εἰσακήκοα τὸν γοíυσµὸν τῶν υἱῶν Ισραηλ· λάλησον πρὸς αὐτοὺς λέγων Τὸ πρὸς ἑσπέραν ἔδεσθε κρέα καὶ τὸ
πρωὶ πλησθήσεσθε ἄρτων· καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος ὁ θεὸς ὑµῶν. 13ἐγένετο δὲ ἑσπέρα, καὶ ἀνέβη
ὀρτυγοµήτρα καὶ ἐκάλυψεν τὴν παρεµβολήν· τὸ πρωὶ ἐγένετο καταπαυοµένης τῆς δρόσου κύκλῳ τῆς
παρεµβολῆς 14καὶ ἰδοὺ ἐπὶ πρόσωπον τῆς ἐρήµου λεπτὸν ὡσεὶ κόριον λευκὸν ὡσεὶ πάγος ἐπὶ τῆς γῆς.
15ἰδόντες δὲ αὐτὸ οἱ υἱοὶ Ισραηλ εἶπαν ἕτερος τῷ ἑτέρῳ Τί ἐστιν τοῦτο; οὐ γὰρ ᾔδεισαν, τί ἦν. εἶπεν
δὲ Μωυσῆς πρὸς αὐτούς Οὗτος ὁ ἄρτος, ὃν ἔδωκεν κύριος ὑµῖν φαγεῖν· 16τοῦτο τὸ ῥῆµα, ὃ συνέταξεν
κύριος Συναγάγετε ἀπ’ αὐτοῦ ἕκαστος εἰς τοὺς καθήκοντας, γοµορ κατὰ κεφαλὴν κατὰ ἀριθµὸν
ψυχῶν ὑµῶν ἕκαστος σὺν τοῖς συσκηνίοις ὑµῶν συãέξατε. 17ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ισραηλ καὶ
συνέλεξαν, ὁ τὸ πολὺ καὶ ὁ τὸ ἔλαττον. 18καὶ µετρήσαντες τῷ γοµορ οὐκ ἐπλεόνασεν ὁ τὸ πολύ, καὶ ὁ
τὸ ἔλαττον οὐκ ἠλαττόνησεν· ἕκαστος εἰς τοὺς καθήκοντας παρ’ ἑαυτῷ συνέλεξαν. 19εἶπεν δὲ
Μωυσῆς πρὸς αὐτούς Μηδεὶς καταλιπέτω ἀπ’ αὐτοῦ εἰς τὸ πρωί. 20καὶ οὐκ εἰσήκουσαν Μωυσῆ,
ἀãὰ κατέλιπόν τινες ἀπ’ αὐτοῦ εἰς τὸ πρωί· καὶ ἐξέζεσεν σκώληκας καὶ ἐπώζεσεν· καὶ ἐπικράνθη ἐπ’
αὐτοῖς Μωυσῆς. 21καὶ συνέλεξαν αὐτὸ πρωὶ πρωί, ἕκαστος τὸ καθῆκον αὐτῷ· ἡνίκα δὲ διεθέρµαινεν
ὁ ἥλιος, ἐτήκετο. 22ἐγένετο δὲ τῇ ἡµέρᾳ τῇ ἕκτῃ συνέλεξαν τὰ δέοντα διπλᾶ, δύο Γοµορ τῷ ἑνί·
εἰσήλθοσαν δὲ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς καὶ ἀνήíειλαν Μωυσεῖ. 23εἶπεν δὲ Μωυσῆς πρὸς
αὐτούς Τοῦτο τὸ ῥῆµά ἐστιν, ὃ ἐλάλησεν κύριος· σάββατα ἀνάπαυσις ἁγία τῷ κυρίῳ αὔριον· ὅσα ἐὰν
πέσσητε, πέσσετε, καὶ ὅσα ἐὰν ἕψητε, ἕψετε· καὶ πᾶν τὸ πλεονάζον καταλίπετε αὐτὸ εἰς ἀποθήκην
εἰς τὸ πρωί.
24Καὶ κατελίποσαν ἀπ’ αὐτοῦ εἰς τὸ πρωί, καθάπερ συνέταξεν αὐτοῖς Μωυσῆς· καὶ οὐκ
ἐπώζεσεν, οὐδὲ σκώληξ ἐγένετο ἐν αὐτῷ. 25εἶπεν δὲ Μωυσῆς Φάγετε σήµερον· ἔστιν γὰρ σάββατα
σήµερον τῷ κυρίῳ· οὐχ εὑρεθήσεται ἐν τῷ πεδίῳ. 26ἓξ ἡµέρας συãέξετε· τῇ δὲ ἡµέρᾳ τῇ ἑβδόµῃ
σάββατα, ὅτι οὐκ ἔσται ἐν αὐτῇ. 27ἐγένετο δὲ ἐν τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ ἐξήλθοσάν τινες ἐκ τοῦ λαοῦ
συãέξαι καὶ οὐχ εὗρον. 28εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἕως τίνος οὐ βούλεσθε εἰσακούειν τὰς
ἐντολάς µου καὶ τὸν νόµον µου; 29ἴδετε, ὁ γὰρ κύριος ἔδωκεν ὑµῖν τὴν ἡµέραν ταύτην τὰ σάββατα·
διὰ τοῦτο αὐτὸς ἔδωκεν ὑµῖν τῇ ἡµέρᾳ τῇ ἕκτῃ ἄρτους δύο ἡµερῶν· καθήσεσθε ἕκαστος εἰς τοὺς
οἴκους ὑµῶν, µηδεὶς ἐκπορευέσθω ἐκ τοῦ τόπου αὐτοῦ τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ. 30καὶ ἐσαββάτισεν ὁ
λαὸς τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ. 31καὶ ἐπωνόµασαν οἱ υἱοὶ Ισραηλ τὸ ὄνοµα αὐτοῦ Μαν· ἦν δὲ ὡς σπέρµα
κορίου λευκόν, τὸ δὲ γεῦµα αὐτοῦ ὡς ἐγκρὶς ἐν µέλιτι. 32εἶπεν δὲ Μωυσῆς Τοῦτο τὸ ῥῆµα, ὃ
συνέταξεν κύριος Πλήσατε τὸ γοµορ τοῦ µαν εἰς ἀποθήκην εἰς τὰς γενεὰς ὑµῶν, ἵνα ἴδωσιν τὸν
ἄρτον, ὃν ἐφάγετε ὑµεῖς ἐν τῇ ἐρήµῳ, ὡς ἐξήγαγεν ὑµᾶς κύριος ἐκ γῆς Αἰγύπτου. 33καὶ εἶπεν
Μωυσῆς πρὸς Ααρων Λαβὲ στάµνον χρυσοῦν ἕνα καὶ ἔµβαλε εἰς αὐτὸν πλῆρες τὸ γοµορ τοῦ µαν καὶ
ἀποθήσεις αὐτὸ ἐναντίον τοῦ θεοῦ εἰς διατήρησιν εἰς τὰς γενεὰς ὑµῶν. 34ὃν τρόπον συνέταξεν κύριος
τῷ Μωυσῇ, καὶ ἀπέθετο Ααρων ἐναντίον τοῦ µαρτυρίου εἰς διατήρησιν. 35οἱ δὲ υἱοὶ Ισραηλ ἔφαγον τὸ µαν ἔτη τεσσαράκοντα, ἕως ἦλθον εἰς γῆν οἰκουµένην· τὸ µαν ἐφάγοσαν, ἕως παρεγένοντο εἰς
µέρος τῆς Φοινίκης. 36τὸ δὲ γοµορ τὸ δέκατον τῶν τριῶν µέτρων ἦν.
Exodus, Chapter 17
1 Καὶ ἀπῆρεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἐκ τῆς ἐρήµου Σιν κατὰ παρεµβολὰς αὐτῶν διὰ
ῥήµατος κυρίου καὶ παρενεβάλοσαν ἐν Ραφιδιν· οὐκ ἦν δὲ ὕδωρ τῷ λαῷ πιεῖν. 2καὶ ἐλοιδορεῖτο ὁ
λαὸς πρὸς Μωυσῆν λέγοντες Δὸς ἡµῖν ὕδωρ, ἵνα πίωµεν. καὶ εἶπεν αὐτοῖς Μωυσῆς Τί λοιδορεῖσθέ
µοι, καὶ τί πειράζετε κύριον; 3ἐδίψησεν δὲ ἐκεῖ ὁ λαὸς ὕδατι, καὶ ἐγόíυζεν ἐκεῖ ὁ λαὸς πρὸς Μωυσῆν
λέγοντες Ἵνα τί τοῦτο ἀνεβίβασας ἡµᾶς ἐξ Αἰγύπτου ἀποκτεῖναι ἡµᾶς καὶ τὰ τέκνα ἡµῶν καὶ τὰ
κτήνη τῷ δίψει; 4ἐβόησεν δὲ Μωυσῆς πρὸς κύριον λέγων Τί ποιήσω τῷ λαῷ τούτῳ; ἔτι µικρὸν καὶ
καταλιθοβολήσουσίν µε. 5καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Προπορεύου τοῦ λαοῦ τούτου, λαβὲ δὲ
µετὰ σεαυτοῦ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ· καὶ τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταµόν, λαβὲ ἐν
τῇ χειρί σου καὶ πορεύσῃ. 6ὅδε ἐγὼ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρηβ· καὶ πατάξεις
τὴν πέτραν, καὶ ἐξελεύσεται ἐξ αὐτῆς ὕδωρ, καὶ πίεται ὁ λαός µου. ἐποίησεν δὲ Μωυσῆς οὕτως
ἐναντίον τῶν υἱῶν Ισραηλ. 7καὶ ἐπωνόµασεν τὸ ὄνοµα τοῦ τόπου ἐκείνου Πειρασµὸς καὶ Λοιδόρησις
διὰ τὴν λοιδορίαν τῶν υἱῶν Ισραηλ καὶ διὰ τὸ πειράζειν κύριον λέγοντας Εἰ ἔστιν κύριος ἐν ἡµῖν ἢ
οὔ;
8Ἦλθεν δὲ Αµαληκ καὶ ἐπολέµει Ισραηλ ἐν Ραφιδιν. 9εἶπεν δὲ Μωυσῆς τῷ Ἰησοῦ Ἐπίλεξον
σεαυτῷ ἄνδρας δυνατοὺς καὶ ἐξελθὼν παράταξαι τῷ Αµαληκ αὔριον, καὶ ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς
κορυφῆς τοῦ βουνοῦ, καὶ ἡ ῥάβδος τοῦ θεοῦ ἐν τῇ χειρί µου. 10καὶ ἐποίησεν Ἰησοῦς καθάπερ εἶπεν
αὐτῷ Μωυσῆς, καὶ ἐξελθὼν παρετάξατο τῷ Αµαληκ· καὶ Μωυσῆς καὶ Ααρων καὶ Ωρ ἀνέβησαν ἐπὶ
τὴν κορυφὴν τοῦ βουνοῦ. 11καὶ ἐγίνετο ὅταν ἐπῆρεν Μωυσῆς τὰς χεῖρας, κατίσχυεν Ισραηλ· ὅταν δὲ
καθῆκεν τὰς χεῖρας, κατίσχυεν Αµαληκ. 12αἱ δὲ χεῖρες Μωυσῆ βαρεῖαι· καὶ λαβόντες λίθον
ὑπέθηκαν ὑπ’ αὐτόν, καὶ ἐκάθητο ἐπ’ αὐτοῦ, καὶ Ααρων καὶ Ωρ ἐστήριζον τὰς χεῖρας αὐτοῦ,
ἐντεῦθεν εἷς καὶ ἐντεῦθεν εἷς· καὶ ἐγένοντο αἱ χεῖρες Μωυσῆ ἐστηριγµέναι ἕως δυσµῶν ἡλίου. 13καὶ
ἐτρέψατο Ἰησοῦς τὸν Αµαληκ καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν φόνῳ µαχαίρας. 14εἶπεν δὲ κύριος πρὸς
Μωυσῆν Κατάγραψον τοῦτο εἰς µνηµόσυνον ἐν βιβλίῳ καὶ δὸς εἰς τὰ ὦτα Ἰησοῖ ὅτι Ἀλοιφῇ
ἐξαλείψω τὸ µνηµόσυνον Αµαληκ ἐκ τῆς ὑπὸ τὸν οὐρανόν. 15καὶ ᾠκοδόµησεν Μωυσῆς θυσιαστήριον
κυρίῳ καὶ ἐπωνόµασεν τὸ ὄνοµα αὐτοῦ Κύριός µου καταφυγή· 16ὅτι ἐν χειρὶ κρυφαίᾳ πολεµεῖ κύριος
ἐπὶ Αµαληκ ἀπὸ γενεῶν εἰς γενεάς.
Exodus, Chapter 18
18 1Ἤκουσεν δὲ Ιοθορ ὁ ἱερεὺς Μαδιαµ ὁ γαµβρὸς Μωυσῆ πάντα, ὅσα ἐποίησεν κύριος Ισραηλ
τῷ ἑαυτοῦ λαῷ· ἐξήγαγεν γὰρ κύριος τὸν Ισραηλ ἐξ Αἰγύπτου. 2ἔλαβεν δὲ Ιοθορ ὁ γαµβρὸς Μωυσῆ
Σεπφωραν τὴν γυναῖκα Μωυσῆ µετὰ τὴν ἄφεσιν αὐτῆς 3καὶ τοὺς δύο υἱοὺς αὐτοῦ· ὄνοµα τῷ ἑνὶ
αὐτῶν Γηρσαµ λέγων Πάροικος ἤµην ἐν γῇ ἀãοτρίᾳ· 4καὶ τὸ ὄνοµα τοῦ δευτέρου Ελιεζερ λέγων Ὁ
γὰρ θεὸς τοῦ πατρός µου βοηθός µου καὶ ἐξείλατό µε ἐκ χειρὸς Φαραω. 5καὶ ἐξῆλθεν Ιοθορ ὁ
γαµβρὸς Μωυσῆ καὶ οἱ υἱοὶ καὶ ἡ γυνὴ πρὸς Μωυσῆν εἰς τὴν ἔρηµον, οὗ παρενέβαλεν ἐπ’ ὄρους τοῦ
θεοῦ. 6ἀνηíέλη δὲ Μωυσεῖ λέγοντες Ἰδοὺ ὁ γαµβρός σου Ιοθορ παραγίνεται πρὸς σέ, καὶ ἡ γυνὴ καὶ
οἱ δύο υἱοί σου µετ’ αὐτοῦ. 7ἐξῆλθεν δὲ Μωυσῆς εἰς συνάντησιν τῷ γαµβρῷ αὐτοῦ καὶ προσεκύνησεν
αὐτῷ καὶ ἐφίλησεν αὐτόν, καὶ ἠσπάσαντο ἀãήλους· καὶ εἰσήγαγεν αὐτὸν εἰς τὴν σκηνήν. 8καὶ
διηγήσατο Μωυσῆς τῷ γαµβρῷ πάντα, ὅσα ἐποίησεν κύριος τῷ Φαραω καὶ τοῖς Αἰγυπτίοις ἕνεκεν
τοῦ Ισραηλ, καὶ πάντα τὸν µόχθον τὸν γενόµενον αὐτοῖς ἐν τῇ ὁδῷ καὶ ὅτι ἐξείλατο αὐτοὺς κύριος ἐκ
χειρὸς Φαραω καὶ ἐκ χειρὸς τῶν Αἰγυπτίων. 9ἐξέστη δὲ Ιοθορ ἐπὶ πᾶσι τοῖς ἀγαθοῖς, οἷς ἐποίησεν
αὐτοῖς κύριος, ὅτι ἐξείλατο αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω. 10καὶ εἶπεν Ιοθορ
Εὐλογητὸς κύριος, ὅτι ἐξείλατο τὸν λαὸν αὐτοῦ ἐκ χειρὸς Αἰγυπτίων καὶ ἐκ χειρὸς Φαραω· 11νῦν
ἔγνων ὅτι µέγας κύριος παρὰ πάντας τοὺς θεούς, ἕνεκεν τούτου ὅτι ἐπέθεντο αὐτοῖς. 12καὶ ἔλαβεν
Ιοθορ ὁ γαµβρὸς Μωυσῆ ὁλοκαυτώµατα καὶ θυσίας τῷ θεῷ· παρεγένετο δὲ Ααρων καὶ πάντες οἱ
πρεσβύτεροι Ισραηλ συµφαγεῖν ἄρτον µετὰ τοῦ γαµβροῦ Μωυσῆ ἐναντίον τοῦ θεοῦ.
13Καὶ ἐγένετο µετὰ τὴν ἐπαύριον συνεκάθισεν Μωυσῆς κρίνειν τὸν λαόν· παρειστήκει δὲ πᾶς ὁ
λαὸς Μωυσεῖ ἀπὸ πρωίθεν ἕως ἑσπέρας. 14καὶ ἰδὼν Ιοθορ πάντα, ὅσα ἐποίει τῷ λαῷ, λέγει Τί τοῦτο,
ὃ σὺ ποιεῖς τῷ λαῷ; διὰ τί σὺ κάθησαι µόνος, πᾶς δὲ ὁ λαὸς παρέστηκέν σοι ἀπὸ πρωίθεν ἕως δείλης;
15καὶ λέγει Μωυσῆς τῷ γαµβρῷ ὅτι Παραγίνεται πρός µε ὁ λαὸς ἐκζητῆσαι κρίσιν παρὰ τοῦ θεοῦ·
16ὅταν γὰρ γένηται αὐτοῖς ἀντιλογία καὶ ἔλθωσι πρός µε, διακρίνω ἕκαστον καὶ συµβιβάζω αὐτοὺς
τὰ προστάγµατα τοῦ θεοῦ καὶ τὸν νόµον αὐτοῦ. 17εἶπεν δὲ ὁ γαµβρὸς Μωυσῆ πρὸς αὐτόν Οὐκ ὀρθῶς
σὺ ποιεῖς τὸ ῥῆµα τοῦτο· 18φθορᾷ καταφθαρήσῃ ἀνυποµονήτῳ καὶ σὺ καὶ πᾶς ὁ λαὸς οὗτος, ὅς ἐστιν
µετὰ σοῦ· βαρύ σοι τὸ ῥῆµα τοῦτο, οὐ δυνήσῃ ποιεῖν µόνος. 19νῦν οὖν ἄκουσόν µου, καὶ
συµβουλεύσω σοι, καὶ ἔσται ὁ θεὸς µετὰ σοῦ. γίνου σὺ τῷ λαῷ τὰ πρὸς τὸν θεὸν καὶ ἀνοίσεις τοὺς
λόγους αὐτῶν πρὸς τὸν θεὸν 20καὶ διαµαρτυρῇ αὐτοῖς τὰ προστάγµατα τοῦ θεοῦ καὶ τὸν νόµον αὐτοῦ
καὶ σηµανεῖς αὐτοῖς τὰς ὁδούς, ἐν αἷς πορεύσονται ἐν αὐταῖς, καὶ τὰ ἔργα, ἃ ποιήσουσιν. 21καὶ σὺ
σεαυτῷ σκέψαι ἀπὸ παντὸς τοῦ λαοῦ ἄνδρας δυνατοὺς θεοσεβεῖς, ἄνδρας δικαίους µισοῦντας
ὑπερηφανίαν, καὶ καταστήσεις αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ
πεντηκοντάρχους καὶ δεκαδάρχους, 22καὶ κρινοῦσιν τὸν λαὸν πᾶσαν ὥραν· τὸ δὲ ῥῆµα τὸ ὑπέρογκον
ἀνοίσουσιν ἐπὶ σέ, τὰ δὲ βραχέα τῶν κριµάτων κρινοῦσιν αὐτοὶ καὶ κουφιοῦσιν ἀπὸ σοῦ καὶ
συναντιλήµψονταί σοι. 23ἐὰν τὸ ῥῆµα τοῦτο ποιήσῃς, κατισχύσει σε ὁ θεός, καὶ δυνήσῃ παραστῆναι,
καὶ πᾶς ὁ λαὸς οὗτος εἰς τὸν ἑαυτοῦ τόπον µετ’ εἰρήνης ἥξει. 24ἤκουσεν δὲ Μωυσῆς τῆς φωνῆς τοῦ
γαµβροῦ καὶ ἐποίησεν ὅσα αὐτῷ εἶπεν. 25καὶ ἐπέλεξεν Μωυσῆς ἄνδρας δυνατοὺς ἀπὸ παντὸς Ισραηλ
καὶ ἐποίησεν αὐτοὺς ἐπ’ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους καὶ πεντηκοντάρχους καὶ
δεκαδάρχους, 26καὶ ἐκρίνοσαν τὸν λαὸν πᾶσαν ὥραν· πᾶν δὲ ῥῆµα ὑπέρογκον ἀνεφέροσαν ἐπὶ
Μωυσῆν, πᾶν δὲ ῥῆµα ἐλαφρὸν ἐκρίνοσαν αὐτοί. 27ἐξαπέστειλεν δὲ Μωυσῆς τὸν ἑαυτοῦ γαµβρόν,
καὶ ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ.
Exodus, Chapter 19
1 Τοῦ δὲ µηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν Ισραηλ ἐκ γῆς Αἰγύπτου τῇ ἡµέρᾳ ταύτῃ
ἤλθοσαν εἰς τὴν ἔρηµον τοῦ Σινα. 2καὶ ἐξῆραν ἐκ Ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρηµον τοῦ Σινα, καὶ
παρενέβαλεν ἐκεῖ Ισραηλ κατέναντι τοῦ ὄρους. 3καὶ Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ· καὶ
ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ ὄρους λέγων Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναíελεῖς τοῖς υἱοῖς
Ισραηλ 4Αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς Αἰγυπτίοις, καὶ ἀνέλαβον ὑµᾶς ὡσεὶ ἐπὶ πτερύγων
ἀετῶν καὶ προσηγαγόµην ὑµᾶς πρὸς ἐµαυτόν. 5καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐµῆς φωνῆς καὶ
φυλάξητε τὴν διαθήκην µου, ἔσεσθέ µοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐµὴ γάρ ἐστιν πᾶσα
ἡ γῆ· 6ὑµεῖς δὲ ἔσεσθέ µοι βασίλειον ἱεράτευµα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ῥήµατα ἐρεῖς τοῖς υἱοῖς
Ισραηλ. 7ἦλθεν δὲ Μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας
τοὺς λόγους τούτους, οὓς συνέταξεν αὐτῷ ὁ θεός. 8ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁµοθυµαδὸν καὶ εἶπαν
Πάντα, ὅσα εἶπεν ὁ θεός, ποιήσοµεν καὶ ἀκουσόµεθα. ἀνήνεγκεν δὲ Μωυσῆς τοὺς λόγους τοῦ λαοῦ
πρὸς τὸν θεόν. 9εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Ἰδοὺ ἐγὼ παραγίνοµαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα
ἀκούσῃ ὁ λαὸς λαλοῦντός µου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα. ἀνήíειλεν δὲ Μωυσῆς τὰ
ῥήµατα τοῦ λαοῦ πρὸς κύριον. 10εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Καταβὰς διαµάρτυραι τῷ λαῷ καὶ
ἅγνισον αὐτοὺς σήµερον καὶ αὔριον, καὶ πλυνάτωσαν τὰ ἱµάτια· 11καὶ ἔστωσαν ἕτοιµοι εἰς τὴν
ἡµέραν τὴν τρίτην· τῇ γὰρ ἡµέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ Σινα ἐναντίον παντὸς
τοῦ λαοῦ. 12καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων Προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ
θιγεῖν τι αὐτοῦ· πᾶς ὁ ἁψάµενος τοῦ ὄρους θανάτῳ τελευτήσει. 13οὐχ ἅψεται αὐτοῦ χείρ· ἐν γὰρ
λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται· ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος, οὐ ζήσεται. ὅταν
αἱ φωναὶ καὶ αἱ σάλπιíες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους, ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος.
14κατέβη δὲ Μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς, καὶ ἔπλυναν τὰ ἱµάτια. 15καὶ
εἶπεν τῷ λαῷ Γίνεσθε ἕτοιµοι τρεῖς ἡµέρας, µὴ προσέλθητε γυναικί. 16ἐγένετο δὲ τῇ ἡµέρᾳ τῇ τρίτῃ
γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ’ ὄρους Σινα,
φωνὴ τῆς σάλπιíος ἤχει µέγα· καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεµβολῇ. 17καὶ ἐξήγαγεν Μωυσῆς
τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεµβολῆς, καὶ παρέστησαν ὑπὸ τὸ ὄρος. 18τὸ δὲ ὄρος τὸ
Σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ’ αὐτὸ τὸν θεὸν ἐν πυρί, καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς
καπνὸς καµίνου, καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα. 19ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιíος προβαίνουσαι
ἰσχυρότεραι σφόδρα· Μωυσῆς ἐλάλει, ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ. 20κατέβη δὲ κύριος ἐπὶ τὸ
ὄρος τὸ Σινα ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους· καὶ ἐκάλεσεν κύριος Μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους,
καὶ ἀνέβη Μωυσῆς. 21καὶ εἶπεν ὁ θεὸς πρὸς Μωυσῆν λέγων Καταβὰς διαµάρτυραι τῷ λαῷ, µήποτε
ἐíίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος· 22καὶ οἱ ἱερεῖς οἱ ἐíίζοντες κυρίῳ
τῷ θεῷ ἁγιασθήτωσαν, µήποτε ἀπαãάξῃ ἀπ’ αὐτῶν κύριος. 23καὶ εἶπεν Μωυσῆς πρὸς τὸν θεόν Οὐ
δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ Σινα· σὺ γὰρ διαµεµαρτύρησαι ἡµῖν λέγων
Ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό. 24εἶπεν δὲ αὐτῷ κύριος Βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ
Ααρων µετὰ σοῦ· οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς µὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν θεόν, µήποτε ἀπολέσῃ
ἀπ’ αὐτῶν κύριος.
25Κατέβη δὲ Μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς.
Exodus, Chapter 20
1 Καὶ ἐλάλησεν κύριος πάντας τοὺς λόγους τούτους λέγων 2Ἐγώ εἰµι κύριος ὁ θεός σου, ὅστις
ἐξήγαγόν σε ἐκ γῆς Αἰγύπτου ἐξ οἴκου δουλείας. 3οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐµοῦ. — 4οὐ
ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁµοίωµα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ
ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. 5οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ µὴ λατρεύσῃς αὐτοῖς· ἐγὼ γάρ
εἰµι κύριος ὁ θεός σου, θεὸς ζηλωτὴς ἀποδιδοὺς ἁµαρτίας πατέρων ἐπὶ τέκνα ἕως τρίτης καὶ τετάρτης
γενεᾶς τοῖς µισοῦσίν µε 6καὶ ποιῶν ἔλεος εἰς χιλιάδας τοῖς ἀγαπῶσίν µε καὶ τοῖς φυλάσσουσιν τὰ
προστάγµατά µου. — 7οὐ λήµψῃ τὸ ὄνοµα κυρίου τοῦ θεοῦ σου ἐπὶ µαταίῳ· οὐ γὰρ µὴ καθαρίσῃ
κύριος τὸν λαµβάνοντα τὸ ὄνοµα αὐτοῦ ἐπὶ µαταίῳ. — 8µνήσθητι τὴν ἡµέραν τῶν σαββάτων
ἁγιάζειν αὐτήν. 9ἓξ ἡµέρας ἐργᾷ καὶ ποιήσεις πάντα τὰ ἔργα σου· 10τῇ δὲ ἡµέρᾳ τῇ ἑβδόµῃ σάββατα
κυρίῳ τῷ θεῷ σου· οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον, σὺ καὶ ὁ υἱός σου καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου
καὶ ἡ παιδίσκη σου, ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ ὁ προσήλυτος ὁ
παροικῶν ἐν σοί. 11ἐν γὰρ ἓξ ἡµέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ
πάντα τὰ ἐν αὐτοῖς καὶ κατέπαυσεν τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ· διὰ τοῦτο εὐλόγησεν κύριος τὴν ἡµέραν
τὴν ἑβδόµην καὶ ἡγίασεν αὐτήν. — 12τίµα τὸν πατέρα σου καὶ τὴν µητέρα, ἵνα εὖ σοι γένηται, καὶ
ἵνα µακροχρόνιος γένῃ ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς κύριος ὁ θεός σου δίδωσίν σοι. — 13οὐ µοιχεύσεις.
— 14οὐ κλέψεις. — 15οὐ φονεύσεις. — 16οὐ ψευδοµαρτυρήσεις κατὰ τοῦ πλησίον σου µαρτυρίαν
ψευδῆ. — 17οὐκ ἐπιθυµήσεις τὴν γυναῖκα τοῦ πλησίον σου. οὐκ ἐπιθυµήσεις τὴν οἰκίαν τοῦ πλησίον
σου οὔτε τὸν ἀγρὸν αὐτοῦ οὔτε τὸν παῖδα αὐτοῦ οὔτε τὴν παιδίσκην αὐτοῦ οὔτε τοῦ βοὸς αὐτοῦ οὔτε
τοῦ ὑποζυγίου αὐτοῦ οὔτε παντὸς κτήνους αὐτοῦ οὔτε ὅσα τῷ πλησίον σού ἐστιν.
18Καὶ πᾶς ὁ λαὸς ἑώρα τὴν φωνὴν καὶ τὰς λαµπάδας καὶ τὴν φωνὴν τῆς σάλπιíος καὶ τὸ ὄρος
τὸ καπνίζον· φοβηθέντες δὲ πᾶς ὁ λαὸς ἔστησαν µακρόθεν. 19καὶ εἶπαν πρὸς Μωυσῆν Λάλησον σὺ
ἡµῖν, καὶ µὴ λαλείτω πρὸς ἡµᾶς ὁ θεός, µήποτε ἀποθάνωµεν. 20καὶ λέγει αὐτοῖς Μωυσῆς Θαρσεῖτε·
ἕνεκεν γὰρ τοῦ πειράσαι ὑµᾶς παρεγενήθη ὁ θεὸς πρὸς ὑµᾶς, ὅπως ἂν γένηται ὁ φόβος αὐτοῦ ἐν ὑµῖν,
ἵνα µὴ ἁµαρτάνητε. 21εἱστήκει δὲ ὁ λαὸς µακρόθεν, Μωυσῆς δὲ εἰσῆλθεν εἰς τὸν γνόφον, οὗ ἦν ὁ
θεός.
22Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν Τάδε ἐρεῖς τῷ οἴκῳ Ιακωβ καὶ ἀναíελεῖς τοῖς υἱοῖς Ισραηλ
Ὑµεῖς ἑωράκατε ὅτι ἐκ τοῦ οὐρανοῦ λελάληκα πρὸς ὑµᾶς· 23οὐ ποιήσετε ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ
θεοὺς χρυσοῦς οὐ ποιήσετε ὑµῖν αὐτοῖς. 24θυσιαστήριον ἐκ γῆς ποιήσετέ µοι καὶ θύσετε ἐπ’ αὐτοῦ τὰ
ὁλοκαυτώµατα καὶ τὰ σωτήρια ὑµῶν, τὰ πρόβατα καὶ τοὺς µόσχους ὑµῶν ἐν παντὶ τόπῳ, οὗ ἐὰν
ἐπονοµάσω τὸ ὄνοµά µου ἐκεῖ, καὶ ἥξω πρὸς σὲ καὶ εὐλογήσω σε. 25ἐὰν δὲ θυσιαστήριον ἐκ λίθων
ποιῇς µοι, οὐκ οἰκοδοµήσεις αὐτοὺς τµητούς· τὸ γὰρ ἐγχειρίδιόν σου ἐπιβέβληκας ἐπ’ αὐτούς, καὶ
µεµίανται. 26οὐκ ἀναβήσῃ ἐν ἀναβαθµίσιν ἐπὶ τὸ θυσιαστήριόν µου, ὅπως ἂν µὴ ἀποκαλύψῃς τὴν
ἀσχηµοσύνην σου ἐπ’ αὐτοῦ.
Exodus, Chapter 21
1 Καὶ ταῦτα τὰ δικαιώµατα, ἃ παραθήσεις ἐνώπιον αὐτῶν. 2ἐὰν κτήσῃ παῖδα Εβραῖον, ἓξ ἔτη
δουλεύσει σοι· τῷ δὲ ἑβδόµῳ ἔτει ἀπελεύσεται ἐλεύθερος δωρεάν. 3ἐὰν αὐτὸς µόνος εἰσέλθῃ, καὶ
µόνος ἐξελεύσεται· ἐὰν δὲ γυνὴ συνεισέλθῃ µετ’ αὐτοῦ, ἐξελεύσεται καὶ ἡ γυνὴ µετ’ αὐτοῦ. 4ἐὰν δὲ ὁ
κύριος δῷ αὐτῷ γυναῖκα, καὶ τέκῃ αὐτῷ υἱοὺς ἢ θυγατέρας, ἡ γυνὴ καὶ τὰ παιδία ἔσται τῷ κυρίῳ
αὐτοῦ, αὐτὸς δὲ µόνος ἐξελεύσεται. 5ἐὰν δὲ ἀποκριθεὶς εἴπῃ ὁ παῖς Ἠγάπηκα τὸν κύριόν µου καὶ τὴν
γυναῖκα καὶ τὰ παιδία, οὐκ ἀποτρέχω ἐλεύθερος· 6προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον
τοῦ θεοῦ καὶ τότε προσάξει αὐτὸν ἐπὶ τὴν θύραν ἐπὶ τὸν σταθµόν, καὶ τρυπήσει αὐτοῦ ὁ κύριος τὸ οὖς
τῷ ὀπητίῳ, καὶ δουλεύσει αὐτῷ εἰς τὸν αἰῶνα. — 7ἐὰν δέ τις ἀποδῶται τὴν ἑαυτοῦ θυγατέρα οἰκέτιν,
οὐκ ἀπελεύσεται ὥσπερ ἀποτρέχουσιν αἱ δοῦλαι. 8ἐὰν µὴ εὐαρεστήσῃ τῷ κυρίῳ αὐτῆς ἣν αὑτῷ
καθωµολογήσατο, ἀπολυτρώσει αὐτήν· ἔθνει δὲ ἀãοτρίῳ οὐ κύριός ἐστιν πωλεῖν αὐτήν, ὅτι ἠθέτησεν
ἐν αὐτῇ. 9ἐὰν δὲ τῷ υἱῷ καθοµολογήσηται αὐτήν, κατὰ τὸ δικαίωµα τῶν θυγατέρων ποιήσει αὐτῇ.
10ἐὰν δὲ ἄ²ην λάβῃ ἑαυτῷ, τὰ δέοντα καὶ τὸν ἱµατισµὸν καὶ τὴν ὁµιλίαν αὐτῆς οὐκ ἀποστερήσει.
11ἐὰν δὲ τὰ τρία ταῦτα µὴ ποιήσῃ αὐτῇ, ἐξελεύσεται δωρεὰν ἄνευ ἀργυρίου. 12Ἐὰν δὲ πατάξῃ τίς
τινα, καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω· 13ὁ δὲ οὐχ ἑκών, ἀãὰ ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας
αὐτοῦ, δώσω σοι τόπον, οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. 14ἐὰν δέ τις ἐπιθῆται τῷ πλησίον ἀποκτεῖναι
αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου µου λήµψῃ αὐτὸν θανατῶσαι. — 15ὃς τύπτει
πατέρα αὐτοῦ ἢ µητέρα αὐτοῦ, θανάτῳ θανατούσθω. 16ὁ κακολογῶν πατέρα αὐτοῦ ἢ µητέρα αὐτοῦ
τελευτήσει θανάτῳ. — 17ὃς ἐὰν κλέψῃ τίς τινα τῶν υἱῶν Ισραηλ καὶ καταδυναστεύσας αὐτὸν
ἀποδῶται, καὶ εὑρεθῇ ἐν αὐτῷ, θανάτῳ τελευτάτω. — 18ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ
τις τὸν πλησίον λίθῳ ἢ πυγµῇ, καὶ µὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, 19ἐὰν ἐξαναστὰς ὁ
ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτείσει καὶ
τὰ ἰατρεῖα. — 20ἐὰν δέ τις πατάξῃ τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ, καὶ ἀποθάνῃ
ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήτω. 21ἐὰν δὲ διαβιώσῃ ἡµέραν µίαν ἢ δύο, οὐκ ἐκδικηθήσεται· τὸ
γὰρ ἀργύριον αὐτοῦ ἐστιν. — 22ἐὰν δὲ µάχωνται δύο ἄνδρες καὶ πατάξωσιν γυναῖκα ἐν γαστρὶ
ἔχουσαν, καὶ ἐξέλθῃ τὸ παιδίον αὐτῆς µὴ ἐξεικονισµένον, ἐπιζήµιον ζηµιωθήσεται· καθότι ἂν
ἐπιβάλῃ ὁ ἀνὴρ τῆς γυναικός, δώσει µετὰ ἀξιώµατος· 23ἐὰν δὲ ἐξεικονισµένον ἦν, δώσει ψυχὴν ἀντὶ
ψυχῆς, 24ὀφθαλµὸν ἀντὶ ὀφθαλµοῦ, ὀδόντα ἀντὶ ὀδόντος, χεῖρα ἀντὶ χειρός, πόδα ἀντὶ ποδός,
25κατάκαυµα ἀντὶ κατακαύµατος, τραῦµα ἀντὶ τραύµατος, µώλωπα ἀντὶ µώλωπος. — 26ἐὰν δέ τις
πατάξῃ τὸν ὀφθαλµὸν τοῦ οἰκέτου αὐτοῦ ἢ τὸν ὀφθαλµὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ,
ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλµοῦ αὐτῶν. 27ἐὰν δὲ τὸν ὀδόντα τοῦ οἰκέτου ἢ τὸν
ὀδόντα τῆς θεραπαίνης αὐτοῦ ἐκκόψῃ, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀδόντος αὐτῶν.
28Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα, καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος, καὶ
οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται. 29ἐὰν δὲ ὁ ταῦρος κερατιστὴς ᾖ
πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης, καὶ διαµαρτύρωνται τῷ κυρίῳ αὐτοῦ, καὶ µὴ ἀφανίσῃ αὐτόν,
ἀνέλῃ δὲ ἄνδρα ἢ γυναῖκα, ὁ ταῦρος λιθοβοληθήσεται, καὶ ὁ κύριος αὐτοῦ προσαποθανεῖται. 30ἐὰν δὲ
λύτρα ἐπιβληθῇ αὐτῷ, δώσει λύτρα τῆς ψυχῆς αὐτοῦ ὅσα ἐὰν ἐπιβάλωσιν αὐτῷ. 31ἐὰν δὲ υἱὸν ἢ
θυγατέρα κερατίσῃ, κατὰ τὸ δικαίωµα τοῦτο ποιήσουσιν αὐτῷ. 32ἐὰν δὲ παῖδα κερατίσῃ ὁ ταῦρος ἢ
παιδίσκην, ἀργυρίου τριάκοντα δίδραχµα δώσει τῷ κυρίῳ αὐτῶν, καὶ ὁ ταῦρος λιθοβοληθήσεται. —
33ἐὰν δέ τις ἀνοίξῃ λάκκον ἢ λατοµήσῃ λάκκον καὶ µὴ καλύψῃ αὐτόν, καὶ ἐµπέσῃ ἐκεῖ µόσχος ἢ
ὄνος, 34ὁ κύριος τοῦ λάκκου ἀποτείσει· ἀργύριον δώσει τῷ κυρίῳ αὐτῶν, τὸ δὲ τετελευτηκὸς αὐτῷ
ἔσται. — 35ἐὰν δὲ κερατίσῃ τινὸς ταῦρος τὸν ταῦρον τοῦ πλησίον, καὶ τελευτήσῃ, ἀποδώσονται τὸν
ταῦρον τὸν ζῶντα καὶ διελοῦνται τὸ ἀργύριον αὐτοῦ καὶ τὸν ταῦρον τὸν τεθνηκότα διελοῦνται. 36ἐὰν
δὲ γνωρίζηται ὁ ταῦρος ὅτι κερατιστής ἐστιν πρὸ τῆς ἐχθὲς καὶ πρὸ τῆς τρίτης ἡµέρας, καὶ
διαµεµαρτυρηµένοι ὦσιν τῷ κυρίῳ αὐτοῦ, καὶ µὴ ἀφανίσῃ αὐτόν, ἀποτείσει ταῦρον ἀντὶ ταύρου, ὁ δὲ
τετελευτηκὼς αὐτῷ ἔσται.
37Ἐὰν δέ τις κλέψῃ µόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται, πέντε µόσχους ἀποτείσει
ἀντὶ τοῦ µόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ τοῦ προβάτου.
Exodus, Chapter 22
1 Ἐὰν δὲ ἐν τῷ διορύγµατι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος·
2ἐὰν δὲ ἀνατείλῃ ὁ ἥλιος ἐπ’ αὐτῷ, ἔνοχός ἐστιν, ἀνταποθανεῖται. ἐὰν δὲ µὴ ὑπάρχῃ αὐτῷ, πραθήτω
ἀντὶ τοῦ κλέµµατος. 3ἐὰν δὲ καταληµφθῇ, καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέµµα ἀπό τε ὄνου ἕως
προβάτου ζῶντα, διπλᾶ αὐτὰ ἀποτείσει. — 4ἐὰν δὲ καταβοσκήσῃ τις ἀγρὸν ἢ ἀµπελῶνα καὶ ἀφῇ τὸ
κτῆνος αὐτοῦ καταβοσκῆσαι ἀγρὸν ἕτερον, ἀποτείσει ἐκ τοῦ ἀγροῦ αὐτοῦ κατὰ τὸ γένηµα αὐτοῦ·
ἐὰν δὲ πάντα τὸν ἀγρὸν καταβοσκήσῃ, τὰ βέλτιστα τοῦ ἀγροῦ αὐτοῦ καὶ τὰ βέλτιστα τοῦ
ἀµπελῶνος αὐτοῦ ἀποτείσει. — 5ἐὰν δὲ ἐξελθὸν πῦρ εὕρῃ ἀκάνθας καὶ προσεµπρήσῃ ἅλωνα ἢ
στάχυς ἢ πεδίον, ἀποτείσει ὁ τὸ πῦρ ἐκκαύσας. — 6ἐὰν δέ τις δῷ τῷ πλησίον ἀργύριον ἢ σκεύη
φυλάξαι, καὶ κλαπῇ ἐκ τῆς οἰκίας τοῦ ἀνθρώπου, ἐὰν εὑρεθῇ ὁ κλέψας, ἀποτείσει διπλοῦν· 7ἐὰν δὲ
µὴ εὑρεθῇ ὁ κλέψας, προσελεύσεται ὁ κύριος τῆς οἰκίας ἐνώπιον τοῦ θεοῦ καὶ ὀµεῖται ἦ µὴν µὴ αὐτὸς
πεπονηρεῦσθαι ἐφ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον. 8κατὰ πᾶν ῥητὸν ἀδίκηµα περί τε µόσχου
καὶ ὑποζυγίου καὶ προβάτου καὶ ἱµατίου καὶ πάσης ἀπωλείας τῆς ἐγκαλουµένης, ὅ τι οὖν ἂν ᾖ,
ἐνώπιον τοῦ θεοῦ ἐλεύσεται ἡ κρίσις ἀµφοτέρων, καὶ ὁ ἁλοὺς διὰ τοῦ θεοῦ ἀποτείσει διπλοῦν τῷ
πλησίον. — 9ἐὰν δέ τις δῷ τῷ πλησίον ὑποζύγιον ἢ µόσχον ἢ πρόβατον ἢ πᾶν κτῆνος φυλάξαι, καὶ
συντριβῇ ἢ τελευτήσῃ ἢ αἰχµάλωτον γένηται, καὶ µηδεὶς γνῷ, 10ὅρκος ἔσται τοῦ θεοῦ ἀνὰ µέσον
ἀµφοτέρων ἦ µὴν µὴ αὐτὸν πεπονηρεῦσθαι καθ’ ὅλης τῆς παρακαταθήκης τοῦ πλησίον· καὶ οὕτως
προσδέξεται ὁ κύριος αὐτοῦ, καὶ οὐκ ἀποτείσει. 11ἐὰν δὲ κλαπῇ παρ’ αὐτοῦ, ἀποτείσει τῷ κυρίῳ.
12ἐὰν δὲ θηριάλωτον γένηται, ἄξει αὐτὸν ἐπὶ τὴν θήραν καὶ οὐκ ἀποτείσει. — 13ἐὰν δὲ αἰτήσῃ τις
παρὰ τοῦ πλησίον, καὶ συντριβῇ ἢ ἀποθάνῃ ἢ αἰχµάλωτον γένηται, ὁ δὲ κύριος µὴ ᾖ µετ’ αὐτοῦ,
ἀποτείσει· 14ἐὰν δὲ ὁ κύριος ᾖ µετ’ αὐτοῦ, οὐκ ἀποτείσει· ἐὰν δὲ µισθωτὸς ᾖ, ἔσται αὐτῷ ἀντὶ τοῦ
µισθοῦ αὐτοῦ.
15Ἐὰν δὲ ἀπατήσῃ τις παρθένον ἀµνήστευτον καὶ κοιµηθῇ µετ’ αὐτῆς, φερνῇ φερνιεῖ αὐτὴν αὐτῷ
γυναῖκα. 16ἐὰν δὲ ἀνανεύων ἀνανεύσῃ καὶ µὴ βούληται ὁ πατὴρ αὐτῆς δοῦναι αὐτὴν αὐτῷ γυναῖκα,
ἀργύριον ἀποτείσει τῷ πατρὶ καθ’ ὅσον ἐστὶν ἡ φερνὴ τῶν παρθένων. — 17φαρµάκους οὐ
περιποιήσετε. — 18πᾶν κοιµώµενον µετὰ κτήνους, θανάτῳ ἀποκτενεῖτε αὐτούς. — 19ὁ θυσιάζων
θεοῖς θανάτῳ ὀλεθρευθήσεται πλὴν κυρίῳ µόνῳ.
20Καὶ προσήλυτον οὐ κακώσετε οὐδὲ µὴ θλίψητε αὐτόν· ἦτε γὰρ προσήλυτοι ἐν γῇ Αἰγύπτῳ. —
21πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε· 22ἐὰν δὲ κακίᾳ κακώσητε αὐτοὺς καὶ κεκράξαντες
καταβοήσωσι πρός µε, ἀκοῇ εἰσακούσοµαι τῆς φωνῆς αὐτῶν 23καὶ ὀργισθήσοµαι θυµῷ καὶ ἀποκτενῶ
ὑµᾶς µαχαίρᾳ, καὶ ἔσονται αἱ γυναῖκες ὑµῶν χῆραι καὶ τὰ παιδία ὑµῶν ὀρφανά. — 24ἐὰν δὲ
ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ τῷ πενιχρῷ παρὰ σοί, οὐκ ἔσῃ αὐτὸν κατεπείγων, οὐκ ἐπιθήσεις
αὐτῷ τόκον. 25ἐὰν δὲ ἐνεχύρασµα ἐνεχυράσῃς τὸ ἱµάτιον τοῦ πλησίον, πρὸ δυσµῶν ἡλίου ἀποδώσεις
αὐτῷ· 26ἔστιν γὰρ τοῦτο περιβόλαιον αὐτοῦ, µόνον τοῦτο τὸ ἱµάτιον ἀσχηµοσύνης αὐτοῦ· ἐν τίνι
κοιµηθήσεται; ἐὰν οὖν καταβοήσῃ πρός µε, εἰσακούσοµαι αὐτοῦ· ἐλεήµων γάρ εἰµι. — 27θεοὺς οὐ
κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐ κακῶς ἐρεῖς. — 28ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ σου οὐ
καθυστερήσεις· τὰ πρωτότοκα τῶν υἱῶν σου δώσεις ἐµοί. 29οὕτως ποιήσεις τὸν µόσχον σου καὶ τὸ
πρόβατόν σου καὶ τὸ ὑποζύγιόν σου· ἑπτὰ ἡµέρας ἔσται ὑπὸ τὴν µητέρα, τῇ δὲ ὀγδόῃ ἡµέρᾳ
ἀποδώσεις µοι αὐτό. — 30καὶ ἄνδρες ἅγιοι ἔσεσθέ µοι. καὶ κρέας θηριάλωτον οὐκ ἔδεσθε, τῷ κυνὶ
ἀπορρίψατε αὐτό.
Exodus, Chapter 23
1 Οὐ παραδέξῃ ἀκοὴν µαταίαν. οὐ συγκαταθήσῃ µετὰ τοῦ ἀδίκου γενέσθαι µάρτυς ἄδικος.
2οὐκ ἔσῃ µετὰ πλειόνων ἐπὶ κακίᾳ. οὐ προστεθήσῃ µετὰ πλήθους ἐκκλῖναι µετὰ πλειόνων ὥστε
ἐκκλῖναι κρίσιν. 3καὶ πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. — 4ἐὰν δὲ συναντήσῃς τῷ βοὶ τοῦ ἐχθροῦ σου ἢ
τῷ ὑποζυγίῳ αὐτοῦ πλανωµένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. 5ἐὰν δὲ ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ
σου πεπτωκὸς ὑπὸ τὸν γόµον αὐτοῦ, οὐ παρελεύσῃ αὐτό, ἀãὰ συνεγερεῖς αὐτὸ µετ’ αὐτοῦ. — 6οὐ
διαστρέψεις κρίµα πένητος ἐν κρίσει αὐτοῦ. 7ἀπὸ παντὸς ῥήµατος ἀδίκου ἀποστήσῃ· ἀθῷον καὶ
δίκαιον οὐκ ἀποκτενεῖς καὶ οὐ δικαιώσεις τὸν ἀσεβῆ ἕνεκεν δώρων. 8καὶ δῶρα οὐ λήµψῃ· τὰ γὰρ
δῶρα ἐκτυφλοῖ ὀφθαλµοὺς βλεπόντων καὶ λυµαίνεται ῥήµατα δίκαια. — 9καὶ προσήλυτον οὐ
θλίψετε· ὑµεῖς γὰρ οἴδατε τὴν ψυχὴν τοῦ προσηλύτου· αὐτοὶ γὰρ προσήλυτοι ἦτε ἐν γῇ Αἰγύπτῳ.
10Ἓξ ἔτη σπερεῖς τὴν γῆν σου καὶ συνάξεις τὰ γενήµατα αὐτῆς· 11τῷ δὲ ἑβδόµῳ ἄφεσιν ποιήσεις
καὶ ἀνήσεις αὐτήν, καὶ ἔδονται οἱ πτωχοὶ τοῦ ἔθνους σου, τὰ δὲ ὑπολειπόµενα ἔδεται τὰ ἄγρια θηρία.
οὕτως ποιήσεις τὸν ἀµπελῶνά σου καὶ τὸν ἐλαιῶνά σου. — 12ἓξ ἡµέρας ποιήσεις τὰ ἔργα σου, τῇ δὲ
ἡµέρᾳ τῇ ἑβδόµῃ ἀνάπαυσις, ἵνα ἀναπαύσηται ὁ βοῦς σου καὶ τὸ ὑποζύγιόν σου, καὶ ἵνα ἀναψύξῃ ὁ
υἱὸς τῆς παιδίσκης σου καὶ ὁ προσήλυτος. — 13πάντα, ὅσα εἴρηκα πρὸς ὑµᾶς, φυλάξασθε.
Καὶ ὄνοµα θεῶν ἑτέρων οὐκ ἀναµνησθήσεσθε, οὐδὲ µὴ ἀκουσθῇ ἐκ τοῦ στόµατος ὑµῶν. 14τρεῖς
καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ µοι. 15τὴν ἑορτὴν τῶν ἀζύµων φυλάξασθε ποιεῖν· ἑπτὰ ἡµέρας
ἔδεσθε ἄζυµα, καθάπερ ἐνετειλάµην σοι, κατὰ τὸν καιρὸν τοῦ µηνὸς τῶν νέων· ἐν γὰρ αὐτῷ ἐξῆλθες
ἐξ Αἰγύπτου. οὐκ ὀφθήσῃ ἐνώπιόν µου κενός. 16καὶ ἑορτὴν θερισµοῦ πρωτογενηµάτων ποιήσεις τῶν
ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου, καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδου τοῦ ἐνιαυτοῦ ἐν τῇ
συναγωγῇ τῶν ἔργων σου τῶν ἐκ τοῦ ἀγροῦ σου. 17τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν
ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ σου. 18ὅταν γὰρ ἐκβάλω ἔθνη ἀπὸ προσώπου σου καὶ
ἐµπλατύνω τὰ ὅριά σου, οὐ θύσεις ἐπὶ ζύµῃ αἷµα θυσιάσµατός µου, οὐδὲ µὴ κοιµηθῇ στέαρ τῆς
ἑορτῆς µου ἕως πρωί. 19τὰς ἀπαρχὰς τῶν πρωτογενηµάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν οἶκον κυρίου
τοῦ θεοῦ σου. οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι µητρὸς αὐτοῦ.
20Καὶ ἰδοὺ ἐγὼ ἀποστέãω τὸν ἄíελόν µου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως
εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίµασά σοι. 21πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ µὴ ἀπείθει
αὐτῷ· οὐ γὰρ µὴ ὑποστείληταί σε, τὸ γὰρ ὄνοµά µού ἐστιν ἐπ’ αὐτῷ. 22ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐµῆς
φωνῆς καὶ ποιήσῃς πάντα, ὅσα ἂν ἐντείλωµαί σοι, καὶ φυλάξητε τὴν διαθήκην µου, ἔσεσθέ µοι λαὸς
περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν· ἐµὴ γάρ ἐστιν πᾶσα ἡ γῆ, ὑµεῖς δὲ ἔσεσθέ µοι βασίλειον
ἱεράτευµα καὶ ἔθνος ἅγιον. ταῦτα τὰ ῥήµατα ἐρεῖς τοῖς υἱοῖς Ισραηλ Ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς
µου καὶ ποιήσῃς πάντα, ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς σου καὶ ἀντικείσοµαι τοῖς
ἀντικειµένοις σοι. 23πορεύσεται γὰρ ὁ ἄíελός µου ἡγούµενός σου καὶ εἰσάξει σε πρὸς τὸν Αµορραῖον
καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Χαναναῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον, καὶ ἐκτρίψω
αὐτούς. 24οὐ προσκυνήσεις τοῖς θεοῖς αὐτῶν οὐδὲ µὴ λατρεύσῃς αὐτοῖς· οὐ ποιήσεις κατὰ τὰ ἔργα
αὐτῶν, ἀãὰ καθαιρέσει καθελεῖς καὶ συντρίβων συντρίψεις τὰς στήλας αὐτῶν. 25καὶ λατρεύσεις
κυρίῳ τῷ θεῷ σου, καὶ εὐλογήσω τὸν ἄρτον σου καὶ τὸν οἶνόν σου καὶ τὸ ὕδωρ σου καὶ ἀποστρέψω
µαλακίαν ἀφ’ ὑµῶν. 26οὐκ ἔσται ἄγονος οὐδὲ στεῖρα ἐπὶ τῆς γῆς σου· τὸν ἀριθµὸν τῶν ἡµερῶν σου
ἀναπληρώσω. 27καὶ τὸν φόβον ἀποστελῶ ἡγούµενόν σου καὶ ἐκστήσω πάντα τὰ ἔθνη, εἰς οὓς σὺ
εἰσπορεύῃ εἰς αὐτούς, καὶ δώσω πάντας τοὺς ὑπεναντίους σου φυγάδας. 28καὶ ἀποστελῶ τὰς σφηκίας
προτέρας σου, καὶ ἐκβαλεῖ τοὺς Αµορραίους καὶ τοὺς Ευαίους καὶ τοὺς Χαναναίους καὶ τοὺς
Χετταίους ἀπὸ σοῦ. 29οὐκ ἐκβαλῶ αὐτοὺς ἐν ἐνιαυτῷ ἑνί, ἵνα µὴ γένηται ἡ γῆ ἔρηµος καὶ ποãὰ
γένηται ἐπὶ σὲ τὰ θηρία τῆς γῆς· 30κατὰ µικρὸν µικρὸν ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ, ἕως ἂν αὐξηθῇς καὶ
κληρονοµήσῃς τὴν γῆν. 31καὶ θήσω τὰ ὅριά σου ἀπὸ τῆς ἐρυθρᾶς θαλάσσης ἕως τῆς θαλάσσης τῆς
Φυλιστιιµ καὶ ἀπὸ τῆς ἐρήµου ἕως τοῦ µεγάλου ποταµοῦ Εὐφράτου· καὶ παραδώσω εἰς τὰς χεῖρας
ὑµῶν τοὺς ἐγκαθηµένους ἐν τῇ γῇ καὶ ἐκβαλῶ αὐτοὺς ἀπὸ σοῦ. 32οὐ συγκαταθήσῃ αὐτοῖς καὶ τοῖς
θεοῖς αὐτῶν διαθήκην, 33καὶ οὐκ ἐγκαθήσονται ἐν τῇ γῇ σου, ἵνα µὴ ἁµαρτεῖν σε ποιήσωσιν πρός µε·
ἐὰν γὰρ δουλεύσῃς τοῖς θεοῖς αὐτῶν, οὗτοι ἔσονταί σοι πρόσκοµµα.
Exodus, Chapter 24
1 Καὶ Μωυσῇ εἶπεν Ἀνάβηθι πρὸς κύριον σὺ καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ
ἑβδοµήκοντα τῶν πρεσβυτέρων Ισραηλ, καὶ προσκυνήσουσιν µακρόθεν τῷ κυρίῳ· 2καὶ ἐíιεῖ
Μωυσῆς µόνος πρὸς τὸν θεόν, αὐτοὶ δὲ οὐκ ἐíιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται µετ’ αὐτῶν.
3εἰσῆλθεν δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήµατα τοῦ θεοῦ καὶ τὰ δικαιώµατα·
ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ µιᾷ λέγοντες Πάντας τοὺς λόγους, οὓς ἐλάλησεν κύριος, ποιήσοµεν καὶ
ἀκουσόµεθα. 4καὶ ἔγραψεν Μωυσῆς πάντα τὰ ῥήµατα κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωὶ
ᾠκοδόµησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ισραηλ· 5καὶ
ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν Ισραηλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώµατα καὶ ἔθυσαν θυσίαν
σωτηρίου τῷ θεῷ µοσχάρια. 6λαβὼν δὲ Μωυσῆς τὸ ἥµισυ τοῦ αἵµατος ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ
ἥµισυ τοῦ αἵµατος προσέχεεν πρὸς τὸ θυσιαστήριον. 7καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς
τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν Πάντα, ὅσα ἐλάλησεν κύριος, ποιήσοµεν καὶ ἀκουσόµεθα. 8λαβὼν δὲ
Μωυσῆς τὸ αἷµα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν Ἰδοὺ τὸ αἷµα τῆς διαθήκης, ἧς διέθετο κύριος
πρὸς ὑµᾶς περὶ πάντων τῶν λόγων τούτων.
9Καὶ ἀνέβη Μωυσῆς καὶ Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ ἑβδοµήκοντα τῆς γερουσίας Ισραηλ
10καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ Ισραηλ· καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον
πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώµατος τοῦ οὐρανοῦ τῇ καθαριότητι. 11καὶ τῶν ἐπιλέκτων
τοῦ Ισραηλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον. 12καὶ
εἶπεν κύριος πρὸς Μωυσῆν Ἀνάβηθι πρός µε εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ
λίθινα, τὸν νόµον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νοµοθετῆσαι αὐτοῖς. 13καὶ ἀναστὰς Μωυσῆς καὶ
Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ· 14καὶ τοῖς πρεσβυτέροις εἶπαν Ἡσυχάζετε
αὐτοῦ, ἕως ἀναστρέψωµεν πρὸς ὑµᾶς· καὶ ἰδοὺ Ααρων καὶ Ωρ µεθ’ ὑµῶν· ἐάν τινι συµβῇ κρίσις,
προσπορευέσθωσαν αὐτοῖς. 15καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τὸ ὄρος, καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ
ὄρος. 16καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινα, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡµέρας· καὶ
ἐκάλεσεν κύριος τὸν Μωυσῆν τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ ἐκ µέσου τῆς νεφέλης. 17τὸ δὲ εἶδος τῆς δόξης
κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ισραηλ. 18καὶ εἰσῆλθεν
Μωυσῆς εἰς τὸ µέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡµέρας
καὶ τεσσαράκοντα νύκτας.
Exodus, Chapter 25
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2Εἰπὸν τοῖς υἱοῖς Ισραηλ, καὶ λάβετέ µοι
ἀπαρχὰς παρὰ πάντων, οἷς ἂν δόξῃ τῇ καρδίᾳ, καὶ λήµψεσθε τὰς ἀπαρχάς µου. 3καὶ αὕτη ἐστὶν ἡ
ἀπαρχή, ἣν λήµψεσθε παρ’ αὐτῶν· χρυσίον καὶ ἀργύριον καὶ χαλκὸν 4καὶ ὑάκινθον καὶ πορφύραν
καὶ κόκκινον διπλοῦν καὶ βύσσον κεκλωσµένην καὶ τρίχας αἰγείας 5καὶ δέρµατα κριῶν
ἠρυθροδανωµένα καὶ δέρµατα ὑακίνθινα καὶ ξύλα ἄσηπτα 7καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν
γλυφὴν εἰς τὴν ἐπωµίδα καὶ τὸν ποδήρη. 8καὶ ποιήσεις µοι ἁγίασµα, καὶ ὀφθήσοµαι ἐν ὑµῖν· 9καὶ
ποιήσεις µοι κατὰ πάντα, ὅσα ἐγώ σοι δεικνύω ἐν τῷ ὄρει, τὸ παράδειγµα τῆς σκηνῆς καὶ τὸ
παράδειγµα πάντων τῶν σκευῶν αὐτῆς· οὕτω ποιήσεις.
10Καὶ ποιήσεις κιβωτὸν µαρτυρίου ἐκ ξύλων ἀσήπτων, δύο πήχεων καὶ ἡµίσους τὸ µῆκος καὶ
πήχεος καὶ ἡµίσους τὸ πλάτος καὶ πήχεος καὶ ἡµίσους τὸ ὕψος. 11καὶ καταχρυσώσεις αὐτὴν χρυσίῳ
καθαρῷ, ἔξωθεν καὶ ἔσωθεν χρυσώσεις αὐτήν· καὶ ποιήσεις αὐτῇ κυµάτια στρεπτὰ χρυσᾶ κύκλῳ.
12καὶ ἐλάσεις αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις ἐπὶ τὰ τέσσαρα κλίτη, δύο
δακτυλίους ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο δακτυλίους ἐπὶ τὸ κλίτος τὸ δεύτερον. 13ποιήσεις δὲ
ἀναφορεῖς ξύλα ἄσηπτα καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ· 14καὶ εἰσάξεις τοὺς ἀναφορεῖς εἰς τοὺς
δακτυλίους τοὺς ἐν τοῖς κλίτεσι τῆς κιβωτοῦ αἴρειν τὴν κιβωτὸν ἐν αὐτοῖς· 15ἐν τοῖς δακτυλίοις τῆς
κιβωτοῦ ἔσονται οἱ ἀναφορεῖς ἀκίνητοι. 16καὶ ἐµβαλεῖς εἰς τὴν κιβωτὸν τὰ µαρτύρια, ἃ ἂν δῶ σοι.
17καὶ ποιήσεις ἱλαστήριον ἐπίθεµα χρυσίου καθαροῦ, δύο πήχεων καὶ ἡµίσους τὸ µῆκος καὶ πήχεος
καὶ ἡµίσους τὸ πλάτος. 18καὶ ποιήσεις δύο χερουβιµ χρυσᾶ τορευτὰ καὶ ἐπιθήσεις αὐτὰ ἐξ
ἀµφοτέρων τῶν κλιτῶν τοῦ ἱλαστηρίου· 19ποιηθήσονται χερουβ εἷς ἐκ τοῦ κλίτους τούτου καὶ χερουβ
εἷς ἐκ τοῦ κλίτους τοῦ δευτέρου τοῦ ἱλαστηρίου· καὶ ποιήσεις τοὺς δύο χερουβιµ ἐπὶ τὰ δύο κλίτη.
20ἔσονται οἱ χερουβιµ ἐκτείνοντες τὰς πτέρυγας ἐπάνωθεν, συσκιάζοντες ταῖς πτέρυξιν αὐτῶν ἐπὶ
τοῦ ἱλαστηρίου, καὶ τὰ πρόσωπα αὐτῶν εἰς ἄ²ηλα· εἰς τὸ ἱλαστήριον ἔσονται τὰ πρόσωπα τῶν
χερουβιµ. 21καὶ ἐπιθήσεις τὸ ἱλαστήριον ἐπὶ τὴν κιβωτὸν ἄνωθεν· καὶ εἰς τὴν κιβωτὸν ἐµβαλεῖς τὰ
µαρτύρια, ἃ ἂν δῶ σοι. 22καὶ γνωσθήσοµαί σοι ἐκεῖθεν καὶ λαλήσω σοι ἄνωθεν τοῦ ἱλαστηρίου ἀνὰ
µέσον τῶν δύο χερουβιµ τῶν ὄντων ἐπὶ τῆς κιβωτοῦ τοῦ µαρτυρίου καὶ κατὰ πάντα, ὅσα ἂν
ἐντείλωµαί σοι πρὸς τοὺς υἱοὺς Ισραηλ.
23Καὶ ποιήσεις τράπεζαν χρυσίου καθαροῦ, δύο πήχεων τὸ µῆκος καὶ πήχεος τὸ εὖρος καὶ πήχεος
καὶ ἡµίσους τὸ ὕψος. 24καὶ ποιήσεις αὐτῇ στρεπτὰ κυµάτια χρυσᾶ κύκλῳ. 25καὶ ποιήσεις αὐτῇ
στεφάνην παλαιστοῦ κύκλῳ· καὶ ποιήσεις στρεπτὸν κυµάτιον τῇ στεφάνῃ κύκλῳ. 26καὶ ποιήσεις
τέσσαρας δακτυλίους χρυσοῦς καὶ ἐπιθήσεις τοὺς δακτυλίους ἐπὶ τὰ τέσσαρα µέρη τῶν ποδῶν αὐτῆς
27ὑπὸ τὴν στεφάνην, καὶ ἔσονται οἱ δακτύλιοι εἰς θήκας τοῖς ἀναφορεῦσιν ὥστε αἴρειν ἐν αὐτοῖς τὴν
τράπεζαν. 28καὶ ποιήσεις τοὺς ἀναφορεῖς ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτοὺς χρυσίῳ
καθαρῷ, καὶ ἀρθήσεται ἐν αὐτοῖς ἡ τράπεζα. 29καὶ ποιήσεις τὰ τρύβλια αὐτῆς καὶ τὰς θυίσκας καὶ τὰ
σπονδεῖα καὶ τοὺς κυάθους, ἐν οἷς σπείσεις ἐν αὐτοῖς· χρυσίου καθαροῦ ποιήσεις αὐτά. 30καὶ ἐπιθήσεις
ἐπὶ τὴν τράπεζαν ἄρτους ἐνωπίους ἐναντίον µου διὰ παντός.
31Καὶ ποιήσεις λυχνίαν ἐκ χρυσίου καθαροῦ, τορευτὴν ποιήσεις τὴν λυχνίαν· ὁ καυλὸς αὐτῆς καὶ
οἱ καλαµίσκοι καὶ οἱ κρατῆρες καὶ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα ἐξ αὐτῆς ἔσται. 32ἓξ δὲ καλαµίσκοι
ἐκπορευόµενοι ἐκ πλαγίων, τρεῖς καλαµίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους αὐτῆς τοῦ ἑνὸς καὶ τρεῖς
καλαµίσκοι τῆς λυχνίας ἐκ τοῦ κλίτους τοῦ δευτέρου. 33καὶ τρεῖς κρατῆρες ἐκτετυπωµένοι
καρυίσκους ἐν τῷ ἑνὶ καλαµίσκῳ, σφαιρωτὴρ καὶ κρίνον· οὕτως τοῖς ἓξ καλαµίσκοις τοῖς
ἐκπορευοµένοις ἐκ τῆς λυχνίας. 34καὶ ἐν τῇ λυχνίᾳ τέσσαρες κρατῆρες ἐκτετυπωµένοι καρυίσκους· ἐν
τῷ ἑνὶ καλαµίσκῳ οἱ σφαιρωτῆρες καὶ τὰ κρίνα αὐτῆς. 35ὁ σφαιρωτὴρ ὑπὸ τοὺς δύο καλαµίσκους ἐξ
αὐτῆς, καὶ σφαιρωτὴρ ὑπὸ τοὺς τέσσαρας καλαµίσκους ἐξ αὐτῆς· οὕτως τοῖς ἓξ καλαµίσκοις τοῖς
ἐκπορευοµένοις ἐκ τῆς λυχνίας. 36οἱ σφαιρωτῆρες καὶ οἱ καλαµίσκοι ἐξ αὐτῆς ἔστωσαν· ὅλη τορευτὴ
ἐξ ἑνὸς χρυσίου καθαροῦ. 37καὶ ποιήσεις τοὺς λύχνους αὐτῆς ἑπτά· καὶ ἐπιθήσεις τοὺς λύχνους, καὶ
φανοῦσιν ἐκ τοῦ ἑνὸς προσώπου. 38καὶ τὸν ἐπαρυστῆρα αὐτῆς καὶ τὰ ὑποθέµατα αὐτῆς ἐκ χρυσίου
καθαροῦ ποιήσεις. 39πάντα τὰ σκεύη ταῦτα τάλαντον χρυσίου καθαροῦ. 40ὅρα ποιήσεις κατὰ τὸν
τύπον τὸν δεδειγµένον σοι ἐν τῷ ὄρει.
Exodus, Chapter 26
1Καὶ τὴν σκηνὴν ποιήσεις δέκα αὐλαίας ἐκ βύσσου κεκλωσµένης καὶ ὑακίνθου καὶ πορφύρας
καὶ κοκκίνου κεκλωσµένου· χερουβιµ ἐργασίᾳ ὑφάντου ποιήσεις αὐτάς. 2µῆκος τῆς αὐλαίας τῆς µιᾶς
ὀκτὼ καὶ εἴκοσι πήχεων καὶ εὖρος τεσσάρων πήχεων ἡ αὐλαία ἡ µία ἔσται· µέτρον τὸ αὐτὸ ἔσται
πάσαις ταῖς αὐλαίαις. 3πέντε δὲ αὐλαῖαι ἔσονται ἐξ ἀãήλων ἐχόµεναι ἡ ἑτέρα ἐκ τῆς ἑτέρας, καὶ
πέντε αὐλαῖαι ἔσονται συνεχόµεναι ἑτέρα τῇ ἑτέρᾳ. 4καὶ ποιήσεις αὐταῖς ἀγκύλας ὑακινθίνας ἐπὶ τοῦ
χείλους τῆς αὐλαίας τῆς µιᾶς ἐκ τοῦ ἑνὸς µέρους εἰς τὴν συµβολὴν καὶ οὕτως ποιήσεις ἐπὶ τοῦ
χείλους τῆς αὐλαίας τῆς ἐξωτέρας πρὸς τῇ συµβολῇ τῇ δευτέρᾳ. 5πεντήκοντα ἀγκύλας ποιήσεις τῇ
αὐλαίᾳ τῇ µιᾷ καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐκ τοῦ µέρους τῆς αὐλαίας κατὰ τὴν συµβολὴν τῆς
δευτέρας· ἀντιπρόσωποι ἀντιπίπτουσαι ἀãήλαις εἰς ἑκάστην. 6καὶ ποιήσεις κρίκους πεντήκοντα
χρυσοῦς καὶ συνάψεις τὰς αὐλαίας ἑτέραν τῇ ἑτέρᾳ τοῖς κρίκοις, καὶ ἔσται ἡ σκηνὴ µία. — 7καὶ
ποιήσεις δέρρεις τριχίνας σκέπην ἐπὶ τῆς σκηνῆς· ἕνδεκα δέρρεις ποιήσεις αὐτάς. 8τὸ µῆκος τῆς
δέρρεως τῆς µιᾶς ἔσται τριάκοντα πήχεων, καὶ τεσσάρων πήχεων τὸ εὖρος τῆς δέρρεως τῆς µιᾶς·
µέτρον τὸ αὐτὸ ἔσται ταῖς ἕνδεκα δέρρεσι. 9καὶ συνάψεις τὰς πέντε δέρρεις ἐπὶ τὸ αὐτὸ καὶ τὰς ἓξ
δέρρεις ἐπὶ τὸ αὐτό· καὶ ἐπιδιπλώσεις τὴν δέρριν τὴν ἕκτην κατὰ πρόσωπον τῆς σκηνῆς. 10καὶ
ποιήσεις ἀγκύλας πεντήκοντα ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς µιᾶς τῆς ἀνὰ µέσον κατὰ συµβολὴν
καὶ πεντήκοντα ἀγκύλας ποιήσεις ἐπὶ τοῦ χείλους τῆς δέρρεως τῆς συναπτούσης τῆς δευτέρας. 11καὶ
ποιήσεις κρίκους χαλκοῦς πεντήκοντα καὶ συνάψεις τοὺς κρίκους ἐκ τῶν ἀγκυλῶν καὶ συνάψεις τὰς
δέρρεις, καὶ ἔσται ἕν. 12καὶ ὑποθήσεις τὸ πλεονάζον ἐν ταῖς δέρρεσιν τῆς σκηνῆς· τὸ ἥµισυ τῆς
δέρρεως τὸ ὑπολελειµµένον ὑποκαλύψεις, τὸ πλεονάζον τῶν δέρρεων τῆς σκηνῆς ὑποκαλύψεις ὀπίσω
τῆς σκηνῆς· 13πῆχυν ἐκ τούτου καὶ πῆχυν ἐκ τούτου ἐκ τοῦ ὑπερέχοντος τῶν δέρρεων ἐκ τοῦ µήκους
τῶν δέρρεων τῆς σκηνῆς ἔσται συγκαλύπτον ἐπὶ τὰ πλάγια τῆς σκηνῆς ἔνθεν καὶ ἔνθεν, ἵνα
καλύπτῃ. 14καὶ ποιήσεις κατακάλυµµα τῇ σκηνῇ δέρµατα κριῶν ἠρυθροδανωµένα καὶ ἐπικαλύµµατα
δέρµατα ὑακίνθινα ἐπάνωθεν. — 15καὶ ποιήσεις στύλους τῇ σκηνῇ ἐκ ξύλων ἀσήπτων· 16δέκα
πήχεων ποιήσεις τὸν στῦλον τὸν ἕνα, καὶ πήχεος ἑνὸς καὶ ἡµίσους τὸ πλάτος τοῦ στύλου τοῦ ἑνός·
17δύο ἀγκωνίσκους τῷ στύλῳ τῷ ἑνὶ ἀντιπίπτοντας ἕτερον τῷ ἑτέρῳ· οὕτως ποιήσεις πᾶσι τοῖς
στύλοις τῆς σκηνῆς. 18καὶ ποιήσεις στύλους τῇ σκηνῇ, εἴκοσι στύλους ἐκ τοῦ κλίτους τοῦ πρὸς
βορρᾶν. 19καὶ τεσσαράκοντα βάσεις ἀργυρᾶς ποιήσεις τοῖς εἴκοσι στύλοις, δύο βάσεις τῷ στύλῳ τῷ
ἑνὶ εἰς ἀµφότερα τὰ µέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀµφότερα τὰ µέρη αὐτοῦ. 20καὶ
τὸ κλίτος τὸ δεύτερον τὸ πρὸς νότον εἴκοσι στύλους· 21καὶ τεσσαράκοντα βάσεις αὐτῶν ἀργυρᾶς, δύο
βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀµφότερα τὰ µέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀµφότερα
τὰ µέρη αὐτοῦ. 22καὶ ἐκ τῶν ὀπίσω τῆς σκηνῆς κατὰ τὸ µέρος τὸ πρὸς θάλασσαν ποιήσεις ἓξ στύλους.
23καὶ δύο στύλους ποιήσεις ἐπὶ τῶν γωνιῶν τῆς σκηνῆς ἐκ τῶν ὀπισθίων, 24καὶ ἔσται ἐξ ἴσου
κάτωθεν· κατὰ τὸ αὐτὸ ἔσονται ἴσοι ἐκ τῶν κεφαλίδων εἰς σύµβλησιν µίαν· οὕτως ποιήσεις
ἀµφοτέραις, ταῖς δυσὶν γωνίαις ἔστωσαν. 25καὶ ἔσονται ὀκτὼ στῦλοι, καὶ αἱ βάσεις αὐτῶν ἀργυραῖ
δέκα ἕξ· δύο βάσεις τῷ στύλῳ τῷ ἑνὶ εἰς ἀµφότερα τὰ µέρη αὐτοῦ καὶ δύο βάσεις τῷ στύλῳ τῷ ἑνί.
— 26καὶ ποιήσεις µοχλοὺς ἐκ ξύλων ἀσήπτων πέντε τῷ ἑνὶ στύλῳ ἐκ τοῦ ἑνὸς µέρους τῆς σκηνῆς
27Καὶ πέντε µοχλοὺς τῷ στύλῳ τῷ κλίτει τῆς σκηνῆς τῷ δευτέρῳ καὶ πέντε µοχλοὺς τῷ στύλῳ
τῷ ὀπισθίῳ τῷ κλίτει τῆς σκηνῆς τῷ πρὸς θάλασσαν· 28καὶ ὁ µοχλὸς ὁ µέσος ἀνὰ µέσον τῶν στύλων
διικνείσθω ἀπὸ τοῦ ἑνὸς κλίτους εἰς τὸ ἕτερον κλίτος. 29καὶ τοὺς στύλους καταχρυσώσεις χρυσίῳ καὶ
τοὺς δακτυλίους ποιήσεις χρυσοῦς, εἰς οὓς εἰσάξεις τοὺς µοχλούς, καὶ καταχρυσώσεις τοὺς µοχλοὺς
χρυσίῳ. 30καὶ ἀναστήσεις τὴν σκηνὴν κατὰ τὸ εἶδος τὸ δεδειγµένον σοι ἐν τῷ ὄρει. — 31καὶ ποιήσεις
καταπέτασµα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσµένου καὶ βύσσου νενησµένης· ἔργον
ὑφαντὸν ποιήσεις αὐτὸ χερουβιµ. 32καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ τεσσάρων στύλων ἀσήπτων
κεχρυσωµένων χρυσίῳ· καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ.
33καὶ θήσεις τὸ καταπέτασµα ἐπὶ τοὺς στύλους καὶ εἰσοίσεις ἐκεῖ ἐσώτερον τοῦ καταπετάσµατος τὴν
κιβωτὸν τοῦ µαρτυρίου· καὶ διοριεῖ τὸ καταπέτασµα ὑµῖν ἀνὰ µέσον τοῦ ἁγίου καὶ ἀνὰ µέσον τοῦ
ἁγίου τῶν ἁγίων. 34καὶ κατακαλύψεις τῷ καταπετάσµατι τὴν κιβωτὸν τοῦ µαρτυρίου ἐν τῷ ἁγίῳ
τῶν ἁγίων. 35καὶ θήσεις τὴν τράπεζαν ἔξωθεν τοῦ καταπετάσµατος καὶ τὴν λυχνίαν ἀπέναντι τῆς
τραπέζης ἐπὶ µέρους τῆς σκηνῆς τὸ πρὸς νότον καὶ τὴν τράπεζαν θήσεις ἐπὶ µέρους τῆς σκηνῆς τὸ
πρὸς βορρᾶν. 36καὶ ποιήσεις ἐπίσπαστρον ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσµένου καὶ
βύσσου κεκλωσµένης, ἔργον ποικιλτοῦ. 37καὶ ποιήσεις τῷ καταπετάσµατι πέντε στύλους καὶ
χρυσώσεις αὐτοὺς χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ χωνεύσεις αὐτοῖς πέντε βάσεις
χαλκᾶς.
Exodus, Chapter 27
1 Καὶ ποιήσεις θυσιαστήριον ἐκ ξύλων ἀσήπτων, πέντε πήχεων τὸ µῆκος καὶ πέντε πήχεων τὸ
εὖρος — τετράγωνον ἔσται τὸ θυσιαστήριον — καὶ τριῶν πήχεων τὸ ὕψος αὐτοῦ. 2καὶ ποιήσεις τὰ
κέρατα ἐπὶ τῶν τεσσάρων γωνιῶν· ἐξ αὐτοῦ ἔσται τὰ κέρατα· καὶ καλύψεις αὐτὰ χαλκῷ. 3καὶ
ποιήσεις στεφάνην τῷ θυσιαστηρίῳ καὶ τὸν καλυπτῆρα αὐτοῦ καὶ τὰς φιάλας αὐτοῦ καὶ τὰς
κρεάγρας αὐτοῦ καὶ τὸ πυρεῖον αὐτοῦ· καὶ πάντα τὰ σκεύη αὐτοῦ ποιήσεις χαλκᾶ. 4καὶ ποιήσεις
αὐτῷ ἐσχάραν ἔργῳ δικτυωτῷ χαλκῆν· καὶ ποιήσεις τῇ ἐσχάρᾳ τέσσαρας δακτυλίους χαλκοῦς ἐπὶ τὰ
τέσσαρα κλίτη. 5καὶ ὑποθήσεις αὐτοὺς ὑπὸ τὴν ἐσχάραν τοῦ θυσιαστηρίου κάτωθεν· ἔσται δὲ ἡ
ἐσχάρα ἕως τοῦ ἡµίσους τοῦ θυσιαστηρίου. 6καὶ ποιήσεις τῷ θυσιαστηρίῳ φορεῖς ἐκ ξύλων ἀσήπτων
καὶ περιχαλκώσεις αὐτοὺς χαλκῷ. 7καὶ εἰσάξεις τοὺς φορεῖς εἰς τοὺς δακτυλίους, καὶ ἔστωσαν οἱ
φορεῖς κατὰ τὰ πλευρὰ τοῦ θυσιαστηρίου ἐν τῷ αἴρειν αὐτό. 8κοῖλον σανιδωτὸν ποιήσεις αὐτό· κατὰ
τὸ παραδειχθέν σοι ἐν τῷ ὄρει, οὕτως ποιήσεις αὐτό.
9Καὶ ποιήσεις αὐλὴν τῇ σκηνῇ· εἰς τὸ κλίτος τὸ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου
κεκλωσµένης, µῆκος ἑκατὸν πηχῶν τῷ ἑνὶ κλίτει· 10καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν
εἴκοσι χαλκαῖ, καὶ οἱ κρίκοι αὐτῶν καὶ αἱ ψαλίδες αὐτῶν ἀργυραῖ. 11οὕτως τῷ κλίτει τῷ πρὸς
ἀπηλιώτην ἱστία, ἑκατὸν πηχῶν µῆκος· καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι
χαλκαῖ, καὶ οἱ κρίκοι καὶ αἱ ψαλίδες τῶν στύλων καὶ αἱ βάσεις αὐτῶν περιηργυρωµέναι ἀργύρῳ.
12τὸ δὲ εὖρος τῆς αὐλῆς τὸ κατὰ θάλασσαν ἱστία πεντήκοντα πηχῶν· στῦλοι αὐτῶν δέκα, καὶ αἱ
βάσεις αὐτῶν δέκα. 13καὶ εὖρος τῆς αὐλῆς τὸ πρὸς νότον ἱστία πεντήκοντα πήχεων· στῦλοι αὐτῶν
δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα. 14καὶ πεντεκαίδεκα πήχεων τὸ ὕψος τῶν ἱστίων τῷ κλίτει τῷ ἑνί·
στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 15καὶ τὸ κλίτος τὸ δεύτερον, δέκα πέντε πηχῶν τῶν
ἱστίων τὸ ὕψος· στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς. 16καὶ τῇ πύλῃ τῆς αὐλῆς κάλυµµα,
εἴκοσι πηχῶν τὸ ὕψος, ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου κεκλωσµένου καὶ βύσσου
κεκλωσµένης τῇ ποικιλίᾳ τοῦ ῥαφιδευτοῦ· στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες.
17πάντες οἱ στῦλοι τῆς αὐλῆς κύκλῳ κατηργυρωµένοι ἀργυρίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν ἀργυραῖ, καὶ
αἱ βάσεις αὐτῶν χαλκαῖ. 18τὸ δὲ µῆκος τῆς αὐλῆς ἑκατὸν ἐφ’ ἑκατόν, καὶ εὖρος πεντήκοντα ἐπὶ
πεντήκοντα, καὶ ὕψος πέντε πηχῶν, ἐκ βύσσου κεκλωσµένης, καὶ αἱ βάσεις αὐτῶν χαλκαῖ. 19καὶ
πᾶσα ἡ κατασκευὴ καὶ πάντα τὰ ἐργαλεῖα καὶ οἱ πάσσαλοι τῆς αὐλῆς χαλκοῖ.
20Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ καὶ λαβέτωσάν σοι ἔλαιον ἐξ ἐλαιῶν ἄτρυγον καθαρὸν
κεκοµµένον εἰς φῶς καῦσαι, ἵνα κάηται λύχνος διὰ παντός. 21ἐν τῇ σκηνῇ τοῦ µαρτυρίου ἔξωθεν τοῦ
καταπετάσµατος τοῦ ἐπὶ τῆς διαθήκης καύσει αὐτὸ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἀφ’ ἑσπέρας ἕως πρωὶ
ἐναντίον κυρίου· νόµιµον αἰώνιον εἰς τὰς γενεὰς ὑµῶν παρὰ τῶν υἱῶν Ισραηλ.
Exodus, Chapter 28
1Καὶ σὺ προσαγάγου πρὸς σεαυτὸν τόν τε Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ ἐκ
τῶν υἱῶν Ισραηλ ἱερατεύειν µοι, Ααρων καὶ Ναδαβ καὶ Αβιουδ καὶ Ελεαζαρ καὶ Ιθαµαρ υἱοὺς
Ααρων. 2καὶ ποιήσεις στολὴν ἁγίαν Ααρων τῷ ἀδελφῷ σου εἰς τιµὴν καὶ δόξαν. 3καὶ σὺ λάλησον
πᾶσι τοῖς σοφοῖς τῇ διανοίᾳ, οὓς ἐνέπλησα πνεύµατος αἰσθήσεως, καὶ ποιήσουσιν τὴν στολὴν τὴν
ἁγίαν Ααρων εἰς τὸ ἅγιον, ἐν ᾗ ἱερατεύσει µοι. 4καὶ αὗται αἱ στολαί, ἃς ποιήσουσιν· τὸ περιστήθιον
καὶ τὴν ἐπωµίδα καὶ τὸν ποδήρη καὶ χιτῶνα κοσυµβωτὸν καὶ κίδαριν καὶ ζώνην· καὶ ποιήσουσιν
στολὰς ἁγίας Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ εἰς τὸ ἱερατεύειν µοι. 5καὶ αὐτοὶ λήµψονται τὸ χρυσίον καὶ
τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον. — 6καὶ ποιήσουσιν τὴν ἐπωµίδα ἐκ
βύσσου κεκλωσµένης, ἔργον ὑφαντὸν ποικιλτοῦ· 7δύο ἐπωµίδες συνέχουσαι ἔσονται αὐτῷ ἑτέρα τὴν
ἑτέραν, ἐπὶ τοῖς δυσὶ µέρεσιν ἐξηρτηµέναι· 8καὶ τὸ ὕφασµα τῶν ἐπωµίδων, ὅ ἐστιν ἐπ’ αὐτῷ, κατὰ
τὴν ποίησιν ἐξ αὐτοῦ ἔσται ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησµένου καὶ
βύσσου κεκλωσµένης. 9καὶ λήµψῃ τοὺς δύο λίθους, λίθους σµαράγδου, καὶ γλύψεις ἐν αὐτοῖς τὰ
ὀνόµατα τῶν υἱῶν Ισραηλ, 10ἓξ ὀνόµατα ἐπὶ τὸν λίθον τὸν ἕνα καὶ τὰ ἓξ ὀνόµατα τὰ λοιπὰ ἐπὶ τὸν
λίθον τὸν δεύτερον κατὰ τὰς γενέσεις αὐτῶν. 11ἔργον λιθουργικῆς τέχνης, γλύµµα σφραγῖδος,
διαγλύψεις τοὺς δύο λίθους ἐπὶ τοῖς ὀνόµασιν τῶν υἱῶν Ισραηλ. 12καὶ θήσεις τοὺς δύο λίθους ἐπὶ τῶν
ὤµων τῆς ἐπωµίδος· λίθοι µνηµοσύνου εἰσὶν τοῖς υἱοῖς Ισραηλ· καὶ ἀναλήµψεται Ααρων τὰ ὀνόµατα
τῶν υἱῶν Ισραηλ ἔναντι κυρίου ἐπὶ τῶν δύο ὤµων αὐτοῦ, µνηµόσυνον περὶ αὐτῶν. 13καὶ ποιήσεις
ἀσπιδίσκας ἐκ χρυσίου καθαροῦ· 14καὶ ποιήσεις δύο κροσσωτὰ ἐκ χρυσίου καθαροῦ, καταµεµιγµένα
ἐν ἄνθεσιν, ἔργον πλοκῆς· καὶ ἐπιθήσεις τὰ κροσσωτὰ τὰ πεπλεγµένα ἐπὶ τὰς ἀσπιδίσκας κατὰ τὰς
παρωµίδας αὐτῶν ἐκ τῶν ἐµπροσθίων. — 15καὶ ποιήσεις λογεῖον τῶν κρίσεων, ἔργον ποικιλτοῦ· κατὰ
τὸν ῥυθµὸν τῆς ἐπωµίδος ποιήσεις αὐτό· ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου
κεκλωσµένου καὶ βύσσου κεκλωσµένης ποιήσεις αὐτό. 16τετράγωνον ἔσται, διπλοῦν, σπιθαµῆς τὸ
µῆκος καὶ σπιθαµῆς τὸ εὖρος. 17καὶ καθυφανεῖς ἐν αὐτῷ ὕφασµα κατάλιθον τετράστιχον. στίχος
λίθων ἔσται σάρδιον, τοπάζιον καὶ σµάραγδος, ὁ στίχος ὁ εἷς· 18καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ
σάπφειρος καὶ ἴασπις· 19καὶ ὁ στίχος ὁ τρίτος λιγύριον, ἀχάτης καὶ ἀµέθυστος· 20καὶ ὁ στίχος ὁ
τέταρτος χρυσόλιθος καὶ βηρύãιον καὶ ὀνύχιον· περικεκαλυµµένα χρυσίῳ, συνδεδεµένα ἐν χρυσίῳ
ἔστωσαν κατὰ στίχον αὐτῶν. 21καὶ οἱ λίθοι ἔστωσαν ἐκ τῶν ὀνοµάτων τῶν υἱῶν Ισραηλ δέκα δύο
κατὰ τὰ ὀνόµατα αὐτῶν· γλυφαὶ σφραγίδων, ἕκαστος κατὰ τὸ ὄνοµα, ἔστωσαν εἰς δέκα δύο φυλάς.
22καὶ ποιήσεις ἐπὶ τὸ λογεῖον κροσσοὺς συµπεπλεγµένους, ἔργον ἁλυσιδωτὸν ἐκ χρυσίου καθαροῦ.
29καὶ λήµψεται Ααρων τὰ ὀνόµατα τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ λογείου τῆς κρίσεως ἐπὶ τοῦ στήθους,
εἰσιόντι εἰς τὸ ἅγιον µνηµόσυνον ἔναντι τοῦ θεοῦ. 29aκαὶ θήσεις ἐπὶ τὸ λογεῖον τῆς κρίσεως τοὺς
κροσσούς· τὰ ἁλυσιδωτὰ ἐπ’ ἀµφοτέρων τῶν κλιτῶν τοῦ λογείου ἐπιθήσεις καὶ τὰς δύο ἀσπιδίσκας
ἐπιθήσεις ἐπ’ ἀµφοτέρους τοὺς ὤµους τῆς ἐπωµίδος κατὰ πρόσωπον. 30καὶ ἐπιθήσεις ἐπὶ τὸ λογεῖον
τῆς κρίσεως τὴν δήλωσιν καὶ τὴν ἀλήθειαν, καὶ ἔσται ἐπὶ τοῦ στήθους Ααρων, ὅταν εἰσπορεύηται εἰς
τὸ ἅγιον ἐναντίον κυρίου· καὶ οἴσει Ααρων τὰς κρίσεις τῶν υἱῶν Ισραηλ ἐπὶ τοῦ στήθους ἐναντίον
κυρίου διὰ παντός. — 31καὶ ποιήσεις ὑποδύτην ποδήρη ὅλον ὑακίνθινον. 32καὶ ἔσται τὸ περιστόµιον
ἐξ αὐτοῦ µέσον, ᾤαν ἔχον κύκλῳ τοῦ περιστοµίου, ἔργον ὑφάντου, τὴν συµβολὴν συνυφασµένην ἐξ
αὐτοῦ, ἵνα µὴ ῥαγῇ.
33Καὶ ποιήσεις ἐπὶ τὸ λῶµα τοῦ ὑποδύτου κάτωθεν ὡσεὶ ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου
καὶ πορφύρας καὶ κοκκίνου διανενησµένου καὶ βύσσου κεκλωσµένης ἐπὶ τοῦ λώµατος τοῦ ὑποδύτου
κύκλῳ· τὸ αὐτὸ δὲ εἶδος ῥοίσκους χρυσοῦς καὶ κώδωνας ἀνὰ µέσον τούτων περικύκλῳ· 34παρὰ
ῥοίσκον χρυσοῦν κώδωνα καὶ ἄνθινον ἐπὶ τοῦ λώµατος τοῦ ὑποδύτου κύκλῳ. 35καὶ ἔσται Ααρων ἐν
τῷ λειτουργεῖν ἀκουστὴ ἡ φωνὴ αὐτοῦ εἰσιόντι εἰς τὸ ἅγιον ἐναντίον κυρίου καὶ ἐξιόντι, ἵνα µὴ
ἀποθάνῃ. — 36καὶ ποιήσεις πέταλον χρυσοῦν καθαρὸν καὶ ἐκτυπώσεις ἐν αὐτῷ ἐκτύπωµα σφραγῖδος
Ἁγίασµα κυρίου. 37καὶ ἐπιθήσεις αὐτὸ ἐπὶ ὑακίνθου κεκλωσµένης, καὶ ἔσται ἐπὶ τῆς µίτρας· κατὰ
πρόσωπον τῆς µίτρας ἔσται. 38καὶ ἔσται ἐπὶ τοῦ µετώπου Ααρων, καὶ ἐξαρεῖ Ααρων τὰ ἁµαρτήµατα
τῶν ἁγίων, ὅσα ἂν ἁγιάσωσιν οἱ υἱοὶ Ισραηλ, παντὸς δόµατος τῶν ἁγίων αὐτῶν· καὶ ἔσται ἐπὶ τοῦ
µετώπου Ααρων διὰ παντός, δεκτὸν αὐτοῖς ἔναντι κυρίου. — 39καὶ οἱ κόσυµβοι τῶν χιτώνων ἐκ
βύσσου· καὶ ποιήσεις κίδαριν βυσσίνην καὶ ζώνην ποιήσεις, ἔργον ποικιλτοῦ. 40καὶ τοῖς υἱοῖς Ααρων
ποιήσεις χιτῶνας καὶ ζώνας καὶ κιδάρεις ποιήσεις αὐτοῖς εἰς τιµὴν καὶ δόξαν. 41καὶ ἐνδύσεις αὐτὰ
Ααρων τὸν ἀδελφόν σου καὶ τοὺς υἱοὺς αὐτοῦ µετ’ αὐτοῦ· καὶ χρίσεις αὐτοὺς καὶ ἐµπλήσεις αὐτῶν
τὰς χεῖρας καὶ ἁγιάσεις αὐτούς, ἵνα ἱερατεύωσίν µοι. 42καὶ ποιήσεις αὐτοῖς περισκελῆ λινᾶ καλύψαι
ἀσχηµοσύνην χρωτὸς αὐτῶν· ἀπὸ ὀσφύος ἕως µηρῶν ἔσται. 43καὶ ἕξει Ααρων αὐτὰ καὶ οἱ υἱοὶ αὐτοῦ,
ὡς ἂν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου ἢ ὅταν προσπορεύωνται λειτουργεῖν πρὸς τὸ
θυσιαστήριον τοῦ ἁγίου, καὶ οὐκ ἐπάξονται πρὸς ἑαυτοὺς ἁµαρτίαν, ἵνα µὴ ἀποθάνωσιν· νόµιµον
αἰώνιον αὐτῷ καὶ τῷ σπέρµατι αὐτοῦ µετ’ αὐτόν.
Exodus, Chapter 29
1 Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις αὐτοῖς ἁγιάσαι αὐτοὺς ὥστε ἱερατεύειν µοι αὐτούς. λήµψῃ
µοσχάριον ἐκ βοῶν ἓν καὶ κριοὺς δύο ἀµώµους 2καὶ ἄρτους ἀζύµους πεφυραµένους ἐν ἐλαίῳ καὶ
λάγανα ἄζυµα κεχρισµένα ἐν ἐλαίῳ· σεµίδαλιν ἐκ πυρῶν ποιήσεις αὐτά. 3καὶ ἐπιθήσεις αὐτὰ ἐπὶ
κανοῦν ἓν καὶ προσοίσεις αὐτὰ ἐπὶ τῷ κανῷ καὶ τὸ µοσχάριον καὶ τοὺς δύο κριούς. 4καὶ Ααρων καὶ
τοὺς υἱοὺς αὐτοῦ προσάξεις ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου καὶ λούσεις αὐτοὺς ἐν ὕδατι.
5καὶ λαβὼν τὰς στολὰς ἐνδύσεις Ααρων τὸν ἀδελφόν σου καὶ τὸν χιτῶνα τὸν ποδήρη καὶ τὴν
ἐπωµίδα καὶ τὸ λογεῖον καὶ συνάψεις αὐτῷ τὸ λογεῖον πρὸς τὴν ἐπωµίδα. 6καὶ ἐπιθήσεις τὴν µίτραν
ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ ἐπιθήσεις τὸ πέταλον τὸ Ἁγίασµα ἐπὶ τὴν µίτραν. 7καὶ λήµψῃ τοῦ ἐλαίου
τοῦ χρίσµατος καὶ ἐπιχεεῖς αὐτὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ χρίσεις αὐτόν. 8καὶ τοὺς υἱοὺς αὐτοῦ
προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας 9καὶ ζώσεις αὐτοὺς ταῖς ζώναις καὶ περιθήσεις αὐτοῖς τὰς
κιδάρεις, καὶ ἔσται αὐτοῖς ἱερατεία ἐµοὶ εἰς τὸν αἰῶνα. καὶ τελειώσεις τὰς χεῖρας Ααρων καὶ τὰς
χεῖρας τῶν υἱῶν αὐτοῦ. 10καὶ προσάξεις τὸν µόσχον ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου, καὶ
ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ µόσχου ἔναντι κυρίου
παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου· 11καὶ σφάξεις τὸν µόσχον ἔναντι κυρίου παρὰ τὰς θύρας
τῆς σκηνῆς τοῦ µαρτυρίου. 12καὶ λήµψῃ ἀπὸ τοῦ αἵµατος τοῦ µόσχου καὶ θήσεις ἐπὶ τῶν κεράτων
τοῦ θυσιαστηρίου τῷ δακτύλῳ σου· τὸ δὲ λοιπὸν πᾶν αἷµα ἐκχεεῖς παρὰ τὴν βάσιν τοῦ θυσιαστηρίου.
13καὶ λήµψῃ πᾶν τὸ στέαρ τὸ ἐπὶ τῆς κοιλίας καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ τοὺς δύο νεφροὺς καὶ τὸ
στέαρ τὸ ἐπ’ αὐτῶν καὶ ἐπιθήσεις ἐπὶ τὸ θυσιαστήριον. 14τὰ δὲ κρέα τοῦ µόσχου καὶ τὸ δέρµα καὶ
τὴν κόπρον κατακαύσεις πυρὶ ἔξω τῆς παρεµβολῆς· ἁµαρτίας γάρ ἐστιν. 15καὶ τὸν κριὸν λήµψῃ τὸν
ἕνα, καὶ ἐπιθήσουσιν Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· 16καὶ
σφάξεις αὐτὸν καὶ λαβὼν τὸ αἷµα προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 17καὶ τὸν κριὸν
διχοτοµήσεις κατὰ µέλη καὶ πλυνεῖς τὰ ἐνδόσθια καὶ τοὺς πόδας ὕδατι καὶ ἐπιθήσεις ἐπὶ τὰ
διχοτοµήµατα σὺν τῇ κεφαλῇ. 18καὶ ἀνοίσεις ὅλον τὸν κριὸν ἐπὶ τὸ θυσιαστήριον ὁλοκαύτωµα κυρίῳ
εἰς ὀσµὴν εὐωδίας· θυσίασµα κυρίῳ ἐστίν. 19καὶ λήµψῃ τὸν κριὸν τὸν δεύτερον, καὶ ἐπιθήσει Ααρων
καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν ἐπὶ τὴν κεφαλὴν τοῦ κριοῦ· 20καὶ σφάξεις αὐτὸν καὶ λήµψῃ τοῦ
αἵµατος αὐτοῦ καὶ ἐπιθήσεις ἐπὶ τὸν λοβὸν τοῦ ὠτὸς Ααρων τοῦ δεξιοῦ καὶ ἐπὶ τὸ ἄκρον τῆς χειρὸς
τῆς δεξιᾶς καὶ ἐπὶ τὸ ἄκρον τοῦ ποδὸς τοῦ δεξιοῦ καὶ ἐπὶ τοὺς λοβοὺς τῶν ὤτων τῶν υἱῶν αὐτοῦ τῶν
δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν χειρῶν αὐτῶν τῶν δεξιῶν καὶ ἐπὶ τὰ ἄκρα τῶν ποδῶν αὐτῶν τῶν δεξιῶν.
21καὶ λήµψῃ ἀπὸ τοῦ αἵµατος τοῦ ἀπὸ τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἐλαίου τῆς χρίσεως καὶ ῥανεῖς
ἐπὶ Ααρων καὶ ἐπὶ τὴν στολὴν αὐτοῦ καὶ ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ
µετ’ αὐτοῦ, καὶ ἁγιασθήσεται αὐτὸς καὶ ἡ στολὴ αὐτοῦ καὶ οἱ υἱοὶ αὐτοῦ καὶ αἱ στολαὶ τῶν υἱῶν
αὐτοῦ µετ’ αὐτοῦ· τὸ δὲ αἷµα τοῦ κριοῦ προσχεεῖς πρὸς τὸ θυσιαστήριον κύκλῳ. 22καὶ λήµψῃ ἀπὸ
τοῦ κριοῦ τὸ στέαρ αὐτοῦ καὶ τὸ στέαρ τὸ κατακαλύπτον τὴν κοιλίαν καὶ τὸν λοβὸν τοῦ ἥπατος καὶ
τοὺς δύο νεφροὺς καὶ τὸ στέαρ τὸ ἐπ’ αὐτῶν καὶ τὸν βραχίονα τὸν δεξιόν — ἔστιν γὰρ τελείωσις
αὕτη —
23Καὶ ἄρτον ἕνα ἐξ ἐλαίου καὶ λάγανον ἓν ἀπὸ τοῦ κανοῦ τῶν ἀζύµων τῶν προτεθειµένων ἔναντι
κυρίου 24καὶ ἐπιθήσεις τὰ πάντα ἐπὶ τὰς χεῖρας Ααρων καὶ ἐπὶ τὰς χεῖρας τῶν υἱῶν αὐτοῦ καὶ
ἀφοριεῖς αὐτοὺς ἀφόρισµα ἔναντι κυρίου. 25καὶ λήµψῃ αὐτὰ ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἀνοίσεις ἐπὶ τὸ
θυσιαστήριον τῆς ὁλοκαυτώσεως εἰς ὀσµὴν εὐωδίας ἔναντι κυρίου· κάρπωµά ἐστιν κυρίῳ. 26καὶ
λήµψῃ τὸ στηθύνιον ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως, ὅ ἐστιν Ααρων, καὶ ἀφοριεῖς αὐτὸ ἀφόρισµα
ἔναντι κυρίου, καὶ ἔσται σοι ἐν µερίδι. 27καὶ ἁγιάσεις τὸ στηθύνιον ἀφόρισµα καὶ τὸν βραχίονα τοῦ
ἀφαιρέµατος, ὃς ἀφώρισται καὶ ὃς ἀφῄρηται ἀπὸ τοῦ κριοῦ τῆς τελειώσεως ἀπὸ τοῦ Ααρων καὶ ἀπὸ
τῶν υἱῶν αὐτοῦ, 28καὶ ἔσται Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ νόµιµον αἰώνιον παρὰ τῶν υἱῶν Ισραηλ·
ἔστιν γὰρ ἀφαίρεµα τοῦτο καὶ ἀφαίρεµα ἔσται παρὰ τῶν υἱῶν Ισραηλ ἀπὸ τῶν θυµάτων τῶν
σωτηρίων τῶν υἱῶν Ισραηλ, ἀφαίρεµα κυρίῳ. — 29καὶ ἡ στολὴ τοῦ ἁγίου, ἥ ἐστιν Ααρων, ἔσται τοῖς
υἱοῖς αὐτοῦ µετ’ αὐτόν, χρισθῆναι αὐτοὺς ἐν αὐτοῖς καὶ τελειῶσαι τὰς χεῖρας αὐτῶν. 30ἑπτὰ ἡµέρας
ἐνδύσεται αὐτὰ ὁ ἱερεὺς ὁ ἀντ’ αὐτοῦ τῶν υἱῶν αὐτοῦ, ὃς εἰσελεύσεται εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου
λειτουργεῖν ἐν τοῖς ἁγίοις. 31καὶ τὸν κριὸν τῆς τελειώσεως λήµψῃ καὶ ἑψήσεις τὰ κρέα ἐν τόπῳ ἁγίῳ,
32καὶ ἔδονται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰ κρέα τοῦ κριοῦ καὶ τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ παρὰ τὰς
θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου· 33ἔδονται αὐτά, ἐν οἷς ἡγιάσθησαν ἐν αὐτοῖς τελειῶσαι τὰς χεῖρας
αὐτῶν ἁγιάσαι αὐτούς, καὶ ἀãογενὴς οὐκ ἔδεται ἀπ’ αὐτῶν· ἔστιν γὰρ ἅγια. 34ἐὰν δὲ καταλειφθῇ
ἀπὸ τῶν κρεῶν τῆς θυσίας τῆς τελειώσεως καὶ τῶν ἄρτων ἕως πρωί, κατακαύσεις τὰ λοιπὰ πυρί· οὐ
βρωθήσεται, ἁγίασµα γάρ ἐστιν. 35καὶ ποιήσεις Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ οὕτως κατὰ πάντα, ὅσα
ἐνετειλάµην σοι· ἑπτὰ ἡµέρας τελειώσεις αὐτῶν τὰς χεῖρας. 36καὶ τὸ µοσχάριον τῆς ἁµαρτίας
ποιήσεις τῇ ἡµέρᾳ τοῦ καθαρισµοῦ καὶ καθαριεῖς τὸ θυσιαστήριον ἐν τῷ ἁγιάζειν σε ἐπ’ αὐτῷ καὶ
χρίσεις αὐτὸ ὥστε ἁγιάσαι αὐτό. 37ἑπτὰ ἡµέρας καθαριεῖς τὸ θυσιαστήριον καὶ ἁγιάσεις αὐτό, καὶ
ἔσται τὸ θυσιαστήριον ἅγιον τοῦ ἁγίου· πᾶς ὁ ἁπτόµενος τοῦ θυσιαστηρίου ἁγιασθήσεται.
38Καὶ ταῦτά ἐστιν, ἃ ποιήσεις ἐπὶ τοῦ θυσιαστηρίου· ἀµνοὺς ἐνιαυσίους ἀµώµους δύο τὴν ἡµέραν
ἐπὶ τὸ θυσιαστήριον ἐνδελεχῶς, κάρπωµα ἐνδελεχισµοῦ. 39τὸν ἀµνὸν τὸν ἕνα ποιήσεις τὸ πρωὶ καὶ
τὸν ἀµνὸν τὸν δεύτερον ποιήσεις τὸ δειλινόν· 40καὶ δέκατον σεµιδάλεως πεφυραµένης ἐν ἐλαίῳ
κεκοµµένῳ τῷ τετάρτῳ τοῦ ιν καὶ σπονδὴν τὸ τέταρτον τοῦ ιν οἴνου τῷ ἀµνῷ τῷ ἑνί· 41καὶ τὸν ἀµνὸν
τὸν δεύτερον ποιήσεις τὸ δειλινόν, κατὰ τὴν θυσίαν τὴν πρωινὴν καὶ κατὰ τὴν σπονδὴν αὐτοῦ
ποιήσεις εἰς ὀσµὴν εὐωδίας κάρπωµα κυρίῳ, 42θυσίαν ἐνδελεχισµοῦ εἰς γενεὰς ὑµῶν ἐπὶ θύρας τῆς
σκηνῆς τοῦ µαρτυρίου ἔναντι κυρίου, ἐν οἷς γνωσθήσοµαί σοι ἐκεῖθεν ὥστε λαλῆσαί σοι. 43καὶ
τάξοµαι ἐκεῖ τοῖς υἱοῖς Ισραηλ καὶ ἁγιασθήσοµαι ἐν δόξῃ µου· 44καὶ ἁγιάσω τὴν σκηνὴν τοῦ
µαρτυρίου καὶ τὸ θυσιαστήριον· καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ ἁγιάσω ἱερατεύειν µοι. 45καὶ
ἐπικληθήσοµαι ἐν τοῖς υἱοῖς Ισραηλ καὶ ἔσοµαι αὐτῶν θεός, 46καὶ γνώσονται ὅτι ἐγώ εἰµι κύριος ὁ
θεὸς αὐτῶν ὁ ἐξαγαγὼν αὐτοὺς ἐκ γῆς Αἰγύπτου ἐπικληθῆναι αὐτοῖς καὶ θεὸς εἶναι αὐτῶν.
Exodus, Chapter 30
1Καὶ ποιήσεις θυσιαστήριον θυµιάµατος ἐκ ξύλων ἀσήπτων· καὶ ποιήσεις αὐτὸ 2πήχεος τὸ
µῆκος καὶ πήχεος τὸ εὖρος — τετράγωνον ἔσται — καὶ δύο πήχεων τὸ ὕψος· ἐξ αὐτοῦ ἔσται τὰ
κέρατα αὐτοῦ. 3καὶ καταχρυσώσεις αὐτὰ χρυσίῳ καθαρῷ, τὴν ἐσχάραν αὐτοῦ καὶ τοὺς τοίχους αὐτοῦ
κύκλῳ καὶ τὰ κέρατα αὐτοῦ, καὶ ποιήσεις αὐτῷ στρεπτὴν στεφάνην χρυσῆν κύκλῳ. 4καὶ δύο
δακτυλίους χρυσοῦς καθαροὺς ποιήσεις ὑπὸ τὴν στρεπτὴν στεφάνην αὐτοῦ, εἰς τὰ δύο κλίτη ποιήσεις
ἐν τοῖς δυσὶ πλευροῖς· καὶ ἔσονται ψαλίδες ταῖς σκυτάλαις ὥστε αἴρειν αὐτὸ ἐν αὐταῖς. 5καὶ ποιήσεις
σκυτάλας ἐκ ξύλων ἀσήπτων καὶ καταχρυσώσεις αὐτὰς χρυσίῳ. 6καὶ θήσεις αὐτὸ ἀπέναντι τοῦ
καταπετάσµατος τοῦ ὄντος ἐπὶ τῆς κιβωτοῦ τῶν µαρτυρίων, ἐν οἷς γνωσθήσοµαί σοι ἐκεῖθεν. 7καὶ
θυµιάσει ἐπ’ αὐτοῦ Ααρων θυµίαµα σύνθετον λεπτόν· τὸ πρωὶ πρωί, ὅταν ἐπισκευάζῃ τοὺς λύχνους,
θυµιάσει ἐπ’ αὐτοῦ, 8καὶ ὅταν ἐξάπτῃ Ααρων τοὺς λύχνους ὀψέ, θυµιάσει ἐπ’ αὐτοῦ· θυµίαµα
ἐνδελεχισµοῦ διὰ παντὸς ἔναντι κυρίου εἰς γενεὰς αὐτῶν. 9καὶ οὐκ ἀνοίσεις ἐπ’ αὐτοῦ θυµίαµα
ἕτερον, κάρπωµα, θυσίαν· καὶ σπονδὴν οὐ σπείσεις ἐπ’ αὐτοῦ. 10καὶ ἐξιλάσεται ἐπ’ αὐτὸ Ααρων ἐπὶ
τῶν κεράτων αὐτοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπὸ τοῦ αἵµατος τοῦ καθαρισµοῦ τῶν ἁµαρτιῶν τοῦ
ἐξιλασµοῦ ἅπαξ τοῦ ἐνιαυτοῦ καθαριεῖ αὐτὸ εἰς τὰς γενεὰς αὐτῶν· ἅγιον τῶν ἁγίων ἐστὶν κυρίῳ.
11Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 12Ἐὰν λάβῃς τὸν συãογισµὸν τῶν υἱῶν Ισραηλ ἐν
τῇ ἐπισκοπῇ αὐτῶν, καὶ δώσουσιν ἕκαστος λύτρα τῆς ψυχῆς αὐτοῦ τῷ κυρίῳ, καὶ οὐκ ἔσται ἐν
αὐτοῖς πτῶσις ἐν τῇ ἐπισκοπῇ αὐτῶν. 13καὶ τοῦτό ἐστιν ὃ δώσουσιν ὅσοι ἂν παραπορεύωνται τὴν
ἐπίσκεψιν· τὸ ἥµισυ τοῦ διδράχµου, ὅ ἐστιν κατὰ τὸ δίδραχµον τὸ ἅγιον· εἴκοσι ὀβολοὶ τὸ δίδραχµον,
τὸ δὲ ἥµισυ τοῦ διδράχµου εἰσφορὰ κυρίῳ. 14πᾶς ὁ παραπορευόµενος εἰς τὴν ἐπίσκεψιν ἀπὸ
εἰκοσαετοῦς καὶ ἐπάνω δώσουσιν τὴν εἰσφορὰν κυρίῳ. 15ὁ πλουτῶν οὐ προσθήσει καὶ ὁ πενόµενος
οὐκ ἐλαττονήσει ἀπὸ τοῦ ἡµίσους τοῦ διδράχµου ἐν τῷ διδόναι τὴν εἰσφορὰν κυρίῳ ἐξιλάσασθαι περὶ
τῶν ψυχῶν ὑµῶν. 16καὶ λήµψῃ τὸ ἀργύριον τῆς εἰσφορᾶς παρὰ τῶν υἱῶν Ισραηλ καὶ δώσεις αὐτὸ εἰς
κάτεργον τῆς σκηνῆς τοῦ µαρτυρίου, καὶ ἔσται τοῖς υἱοῖς Ισραηλ µνηµόσυνον ἔναντι κυρίου
ἐξιλάσασθαι περὶ τῶν ψυχῶν ὑµῶν.
17Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 18Ποίησον λουτῆρα χαλκοῦν καὶ βάσιν αὐτῷ χαλκῆν
ὥστε νίπτεσθαι· καὶ θήσεις αὐτὸν ἀνὰ µέσον τῆς σκηνῆς τοῦ µαρτυρίου καὶ ἀνὰ µέσον τοῦ
θυσιαστηρίου καὶ ἐκχεεῖς εἰς αὐτὸν ὕδωρ, 19καὶ νίψεται Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἐξ αὐτοῦ τὰς χεῖρας
καὶ τοὺς πόδας ὕδατι. 20ὅταν εἰσπορεύωνται εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου, νίψονται ὕδατι καὶ οὐ µὴ
ἀποθάνωσιν· ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον λειτουργεῖν καὶ ἀναφέρειν τὰ
ὁλοκαυτώµατα κυρίῳ, 21νίψονται τὰς χεῖρας καὶ τοὺς πόδας ὕδατι· ὅταν εἰσπορεύωνται εἰς τὴν
σκηνὴν τοῦ µαρτυρίου, νίψονται ὕδατι, ἵνα µὴ ἀποθάνωσιν· καὶ ἔσται αὐτοῖς νόµιµον αἰώνιον, αὐτῷ
καὶ ταῖς γενεαῖς αὐτοῦ µετ’ αὐτόν.
22Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 23Καὶ σὺ λαβὲ ἡδύσµατα, τὸ ἄνθος σµύρνης
ἐκλεκτῆς πεντακοσίους σίκλους καὶ κινναµώµου εὐώδους τὸ ἥµισυ τούτου διακοσίους πεντήκοντα
καὶ καλάµου εὐώδους διακοσίους πεντήκοντα 24καὶ ἴρεως πεντακοσίους σίκλους τοῦ ἁγίου καὶ ἔλαιον
ἐξ ἐλαιῶν ιν 25καὶ ποιήσεις αὐτὸ ἔλαιον χρῖσµα ἅγιον, µύρον µυρεψικὸν τέχνῃ µυρεψοῦ· ἔλαιον
χρῖσµα ἅγιον ἔσται. 26καὶ χρίσεις ἐξ αὐτοῦ τὴν σκηνὴν τοῦ µαρτυρίου καὶ τὴν κιβωτὸν τοῦ
µαρτυρίου 27καὶ τὴν λυχνίαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὸ θυσιαστήριον τοῦ θυµιάµατος 28καὶ
τὸ θυσιαστήριον τῶν ὁλοκαυτωµάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη καὶ τὴν τράπεζαν καὶ πάντα τὰ
σκεύη αὐτῆς καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ 29καὶ ἁγιάσεις αὐτά, καὶ ἔσται ἅγια τῶν ἁγίων·
πᾶς ὁ ἁπτόµενος αὐτῶν ἁγιασθήσεται. 30καὶ Ααρων καὶ τοὺς υἱοὺς αὐτοῦ χρίσεις καὶ ἁγιάσεις αὐτοὺς
ἱερατεύειν µοι. 31καὶ τοῖς υἱοῖς Ισραηλ λαλήσεις λέγων Ἔλαιον ἄλειµµα χρίσεως ἅγιον ἔσται τοῦτο
ὑµῖν εἰς τὰς γενεὰς ὑµῶν. 32ἐπὶ σάρκα ἀνθρώπου οὐ χρισθήσεται, καὶ κατὰ τὴν σύνθεσιν ταύτην οὐ
ποιήσετε ὑµῖν ἑαυτοῖς ὡσαύτως· ἅγιόν ἐστιν καὶ ἁγίασµα ἔσται ὑµῖν. 33ὃς ἂν ποιήσῃ ὡσαύτως, καὶ ὃς
ἂν δῷ ἀπ’ αὐτοῦ ἀãογενεῖ, ἐξολεθρευθήσεται ἐκ τοῦ λαοῦ αὐτοῦ. — 34καὶ εἶπεν κύριος πρὸς
Μωυσῆν Λαβὲ σεαυτῷ ἡδύσµατα, στακτήν, ὄνυχα, χαλβάνην ἡδυσµοῦ καὶ λίβανον διαφανῆ, ἴσον
ἴσῳ ἔσται· 35καὶ ποιήσουσιν ἐν αὐτῷ θυµίαµα, µυρεψικὸν ἔργον µυρεψοῦ, µεµιγµένον, καθαρόν,
ἔργον ἅγιον. 36καὶ συγκόψεις ἐκ τούτων λεπτὸν καὶ θήσεις ἀπέναντι τῶν µαρτυρίων ἐν τῇ σκηνῇ τοῦ
µαρτυρίου, ὅθεν γνωσθήσοµαί σοι ἐκεῖθεν· ἅγιον τῶν ἁγίων ἔσται ὑµῖν. 37θυµίαµα κατὰ τὴν σύνθεσιν
ταύτην οὐ ποιήσετε ὑµῖν αὐτοῖς· ἁγίασµα ἔσται ὑµῖν κυρίῳ· 38ὃς ἂν ποιήσῃ ὡσαύτως ὥστε
ὀσφραίνεσθαι ἐν αὐτῷ, ἀπολεῖται ἐκ τοῦ λαοῦ αὐτοῦ.
Exodus, Chapter 31
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2Ἰδοὺ ἀνακέκληµαι ἐξ ὀνόµατος τὸν Βεσελεηλ
τὸν τοῦ Ουριου τὸν Ωρ τῆς φυλῆς Ιουδα 3καὶ ἐνέπλησα αὐτὸν πνεῦµα θεῖον σοφίας καὶ συνέσεως καὶ
ἐπιστήµης ἐν παντὶ ἔργῳ 4διανοεῖσθαι καὶ ἀρχιτεκτονῆσαι ἐργάζεσθαι τὸ χρυσίον καὶ τὸ ἀργύριον
καὶ τὸν χαλκὸν καὶ τὴν ὑάκινθον καὶ τὴν πορφύραν καὶ τὸ κόκκινον τὸ νηστὸν καὶ τὴν βύσσον τὴν
κεκλωσµένην 5καὶ τὰ λιθουργικὰ καὶ εἰς τὰ ἔργα τὰ τεκτονικὰ τῶν ξύλων ἐργάζεσθαι κατὰ πάντα τὰ
ἔργα. 6καὶ ἐγὼ ἔδωκα αὐτὸν καὶ τὸν Ελιαβ τὸν τοῦ Αχισαµαχ ἐκ φυλῆς Δαν καὶ παντὶ συνετῷ
καρδίᾳ δέδωκα σύνεσιν, καὶ ποιήσουσιν πάντα, ὅσα σοι συνέταξα, 7τὴν σκηνὴν τοῦ µαρτυρίου καὶ
τὴν κιβωτὸν τῆς διαθήκης καὶ τὸ ἱλαστήριον τὸ ἐπ’ αὐτῆς καὶ τὴν διασκευὴν τῆς σκηνῆς 8καὶ τὰ
θυσιαστήρια καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ πάντα
τὰ σκεύη αὐτῆς 9καὶ τὸν λουτῆρα καὶ τὴν βάσιν αὐτοῦ 10καὶ τὰς στολὰς τὰς λειτουργικὰς Ααρων καὶ
τὰς στολὰς τῶν υἱῶν αὐτοῦ ἱερατεύειν µοι 11καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυµίαµα τῆς συνθέσεως
τοῦ ἁγίου· κατὰ πάντα, ὅσα ἐγὼ ἐνετειλάµην σοι, ποιήσουσιν.
12Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 13Καὶ σὺ σύνταξον τοῖς υἱοῖς Ισραηλ λέγων Ὁρᾶτε
καὶ τὰ σάββατά µου φυλάξεσθε· σηµεῖόν ἐστιν παρ’ ἐµοὶ καὶ ἐν ὑµῖν εἰς τὰς γενεὰς ὑµῶν, ἵνα γνῶτε
ὅτι ἐγὼ κύριος ὁ ἁγιάζων ὑµᾶς. 14καὶ φυλάξεσθε τὰ σάββατα, ὅτι ἅγιον τοῦτό ἐστιν κυρίου ὑµῖν· ὁ
βεβηλῶν αὐτὸ θανάτῳ θανατωθήσεται· πᾶς, ὃς ποιήσει ἐν αὐτῷ ἔργον, ἐξολεθρευθήσεται ἡ ψυχὴ
ἐκείνη ἐκ µέσου τοῦ λαοῦ αὐτοῦ. 15ἓξ ἡµέρας ποιήσεις ἔργα, τῇ δὲ ἡµέρᾳ τῇ ἑβδόµῃ σάββατα,
ἀνάπαυσις ἁγία τῷ κυρίῳ· πᾶς, ὃς ποιήσει ἔργον τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ, θανάτῳ θανατωθήσεται. 16καὶ
φυλάξουσιν οἱ υἱοὶ Ισραηλ τὰ σάββατα ποιεῖν αὐτὰ εἰς τὰς γενεὰς αὐτῶν· διαθήκη αἰώνιος. 17ἐν ἐµοὶ
καὶ τοῖς υἱοῖς Ισραηλ σηµεῖόν ἐστιν αἰώνιον, ὅτι ἐν ἓξ ἡµέραις ἐποίησεν κύριος τὸν οὐρανὸν καὶ τὴν
γῆν καὶ τῇ ἡµέρᾳ τῇ ἑβδόµῃ ἐπαύσατο καὶ κατέπαυσεν.
18Καὶ ἔδωκεν Μωυσεῖ, ἡνίκα κατέπαυσεν λαλῶν αὐτῷ ἐν τῷ ὄρει τῷ Σινα, τὰς δύο πλάκας τοῦ
µαρτυρίου, πλάκας λιθίνας γεγραµµένας τῷ δακτύλῳ τοῦ θεοῦ.
Exodus, Chapter 32
1Καὶ ἰδὼν ὁ λαὸς ὅτι κεχρόνικεν Μωυσῆς καταβῆναι ἐκ τοῦ ὄρους, συνέστη ὁ λαὸς ἐπὶ
Ααρων καὶ λέγουσιν αὐτῷ Ἀνάστηθι καὶ ποίησον ἡµῖν θεούς, οἳ προπορεύσονται ἡµῶν· ὁ γὰρ
Μωυσῆς οὗτος ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡµᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαµεν, τί γέγονεν αὐτῷ. 2καὶ λέγει
αὐτοῖς Ααρων Περιέλεσθε τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν τῶν γυναικῶν ὑµῶν καὶ θυγατέρων
καὶ ἐνέγκατε πρός µε. 3καὶ περιείλαντο πᾶς ὁ λαὸς τὰ ἐνώτια τὰ χρυσᾶ τὰ ἐν τοῖς ὠσὶν αὐτῶν καὶ
ἤνεγκαν πρὸς Ααρων. 4καὶ ἐδέξατο ἐκ τῶν χειρῶν αὐτῶν καὶ ἔπλασεν αὐτὰ ἐν τῇ γραφίδι καὶ
ἐποίησεν αὐτὰ µόσχον χωνευτὸν καὶ εἶπεν Οὗτοι οἱ θεοί σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς
Αἰγύπτου. 5καὶ ἰδὼν Ααρων ᾠκοδόµησεν θυσιαστήριον κατέναντι αὐτοῦ, καὶ ἐκήρυξεν Ααρων λέγων
Ἑορτὴ τοῦ κυρίου αὔριον. 6καὶ ὀρθρίσας τῇ ἐπαύριον ἀνεβίβασεν ὁλοκαυτώµατα καὶ προσήνεγκεν
θυσίαν σωτηρίου, καὶ ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν καὶ ἀνέστησαν παίζειν.
7Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων Βάδιζε τὸ τάχος ἐντεῦθεν κατάβηθι· ἠνόµησεν γὰρ ὁ
λαός σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου· 8παρέβησαν ταχὺ ἐκ τῆς ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς·
ἐποίησαν ἑαυτοῖς µόσχον καὶ προσκεκυνήκασιν αὐτῷ καὶ τεθύκασιν αὐτῷ καὶ εἶπαν Οὗτοι οἱ θεοί
σου, Ισραηλ, οἵτινες ἀνεβίβασάν σε ἐκ γῆς Αἰγύπτου. 10καὶ νῦν ἔασόν µε καὶ θυµωθεὶς ὀργῇ εἰς
αὐτοὺς ἐκτρίψω αὐτοὺς καὶ ποιήσω σὲ εἰς ἔθνος µέγα. 11καὶ ἐδεήθη Μωυσῆς ἔναντι κυρίου τοῦ θεοῦ
καὶ εἶπεν Ἵνα τί, κύριε, θυµοῖ ὀργῇ εἰς τὸν λαόν σου, οὓς ἐξήγαγες ἐκ γῆς Αἰγύπτου ἐν ἰσχύι µεγάλῃ
καὶ ἐν τῷ βραχίονί σου τῷ ὑψηλῷ; 12µήποτε εἴπωσιν οἱ Αἰγύπτιοι λέγοντες Μετὰ πονηρίας ἐξήγαγεν
αὐτοὺς ἀποκτεῖναι ἐν τοῖς ὄρεσιν καὶ ἐξαναλῶσαι αὐτοὺς ἀπὸ τῆς γῆς. παῦσαι τῆς ὀργῆς τοῦ θυµοῦ
σου καὶ ἵλεως γενοῦ ἐπὶ τῇ κακίᾳ τοῦ λαοῦ σου 13µνησθεὶς Αβρααµ καὶ Ισαακ καὶ Ιακωβ τῶν σῶν
οἰκετῶν, οἷς ὤµοσας κατὰ σεαυτοῦ καὶ ἐλάλησας πρὸς αὐτοὺς λέγων Πολυπληθυνῶ τὸ σπέρµα ὑµῶν
ὡσεὶ τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ πᾶσαν τὴν γῆν ταύτην, ἣν εἶπας δοῦναι τῷ σπέρµατι
αὐτῶν, καὶ καθέξουσιν αὐτὴν εἰς τὸν αἰῶνα. 14καὶ ἱλάσθη κύριος περὶ τῆς κακίας, ἧς εἶπεν ποιῆσαι
τὸν λαὸν αὐτοῦ.
15Καὶ ἀποστρέψας Μωυσῆς κατέβη ἀπὸ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τοῦ µαρτυρίου ἐν ταῖς
χερσὶν αὐτοῦ, πλάκες λίθιναι καταγεγραµµέναι ἐξ ἀµφοτέρων τῶν µερῶν αὐτῶν, ἔνθεν καὶ ἔνθεν
ἦσαν γεγραµµέναι· 16καὶ αἱ πλάκες ἔργον θεοῦ ἦσαν, καὶ ἡ γραφὴ γραφὴ θεοῦ ἐστιν κεκολαµµένη ἐν
ταῖς πλαξίν. 17καὶ ἀκούσας Ἰησοῦς τὴν φωνὴν τοῦ λαοῦ κραζόντων λέγει πρὸς Μωυσῆν Φωνὴ
πολέµου ἐν τῇ παρεµβολῇ. 18καὶ λέγει Οὐκ ἔστιν φωνὴ ἐξαρχόντων κατ’ ἰσχὺν οὐδὲ φωνὴ
ἐξαρχόντων τροπῆς, ἀãὰ φωνὴν ἐξαρχόντων οἴνου ἐγὼ ἀκούω. 19καὶ ἡνίκα ἤíιζεν τῇ παρεµβολῇ,
ὁρᾷ τὸν µόσχον καὶ τοὺς χορούς, καὶ ὀργισθεὶς θυµῷ Μωυσῆς ἔρριψεν ἀπὸ τῶν χειρῶν αὐτοῦ τὰς δύο
πλάκας καὶ συνέτριψεν αὐτὰς ὑπὸ τὸ ὄρος. 20καὶ λαβὼν τὸν µόσχον, ὃν ἐποίησαν, κατέκαυσεν αὐτὸν
ἐν πυρὶ καὶ κατήλεσεν αὐτὸν λεπτὸν καὶ ἔσπειρεν αὐτὸν ἐπὶ τὸ ὕδωρ καὶ ἐπότισεν αὐτὸ τοὺς υἱοὺς
Ισραηλ. 21καὶ εἶπεν Μωυσῆς τῷ Ααρων Τί ἐποίησέν σοι ὁ λαὸς οὗτος, ὅτι ἐπήγαγες ἐπ’ αὐτοὺς
ἁµαρτίαν µεγάλην; 22καὶ εἶπεν Ααρων πρὸς Μωυσῆν Μὴ ὀργίζου, κύριε· σὺ γὰρ οἶδας τὸ ὅρµηµα τοῦ
λαοῦ τούτου. 23λέγουσιν γάρ µοι Ποίησον ἡµῖν θεούς, οἳ προπορεύσονται ἡµῶν· ὁ γὰρ Μωυσῆς οὗτος
ὁ ἄνθρωπος, ὃς ἐξήγαγεν ἡµᾶς ἐξ Αἰγύπτου, οὐκ οἴδαµεν, τί γέγονεν αὐτῷ. 24καὶ εἶπα αὐτοῖς Εἴ τινι
ὑπάρχει χρυσία, περιέλεσθε. καὶ ἔδωκάν µοι· καὶ ἔρριψα εἰς τὸ πῦρ, καὶ ἐξῆλθεν ὁ µόσχος οὗτος.
25καὶ ἰδὼν Μωυσῆς τὸν λαὸν ὅτι διεσκέδασται — διεσκέδασεν γὰρ αὐτοὺς Ααρων, ἐπίχαρµα τοῖς
ὑπεναντίοις αὐτῶν —, 26ἔστη δὲ Μωυσῆς ἐπὶ τῆς πύλης τῆς παρεµβολῆς καὶ εἶπεν Τίς πρὸς κύριον;
ἴτω πρός µε. συνῆλθον οὖν πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Λευι. 27καὶ λέγει αὐτοῖς Τάδε λέγει κύριος ὁ
θεὸς Ισραηλ Θέσθε ἕκαστος τὴν ἑαυτοῦ ῥοµφαίαν ἐπὶ τὸν µηρὸν καὶ διέλθατε καὶ ἀνακάµψατε ἀπὸ
πύλης ἐπὶ πύλην διὰ τῆς παρεµβολῆς καὶ ἀποκτείνατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἕκαστος τὸν
πλησίον αὐτοῦ καὶ ἕκαστος τὸν ἔíιστα αὐτοῦ. 28καὶ ἐποίησαν οἱ υἱοὶ Λευι καθὰ ἐλάλησεν αὐτοῖς
Μωυσῆς, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐν ἐκείνῃ τῇ ἡµέρᾳ εἰς τρισχιλίους ἄνδρας. 29καὶ εἶπεν αὐτοῖς
Μωυσῆς Ἐπληρώσατε τὰς χεῖρας ὑµῶν σήµερον κυρίῳ, ἕκαστος ἐν τῷ υἱῷ ἢ τῷ ἀδελφῷ, δοθῆναι ἐφ’
ὑµᾶς εὐλογίαν.
30Καὶ ἐγένετο µετὰ τὴν αὔριον εἶπεν Μωυσῆς πρὸς τὸν λαόν Ὑµεῖς ἡµαρτήκατε ἁµαρτίαν
µεγάλην· καὶ νῦν ἀναβήσοµαι πρὸς τὸν θεόν, ἵνα ἐξιλάσωµαι περὶ τῆς ἁµαρτίας ὑµῶν. 31ὑπέστρεψεν
δὲ Μωυσῆς πρὸς κύριον καὶ εἶπεν Δέοµαι, κύριε· ἡµάρτηκεν ὁ λαὸς οὗτος ἁµαρτίαν µεγάλην καὶ
ἐποίησαν ἑαυτοῖς θεοὺς χρυσοῦς. 32καὶ νῦν εἰ µὲν ἀφεῖς αὐτοῖς τὴν ἁµαρτίαν, ἄφες· εἰ δὲ µή,
ἐξάλειψόν µε ἐκ τῆς βίβλου σου, ἧς ἔγραψας. 33καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Εἴ τις ἡµάρτηκεν
ἐνώπιόν µου, ἐξαλείψω αὐτὸν ἐκ τῆς βίβλου µου. 34νυνὶ δὲ βάδιζε κατάβηθι καὶ ὁδήγησον τὸν λαὸν
τοῦτον εἰς τὸν τόπον, ὃν εἶπά σοι· ἰδοὺ ὁ ἄíελός µου προπορεύεται πρὸ προσώπου σου· ᾗ δ’ ἂν ἡµέρᾳ
ἐπισκέπτωµαι, ἐπάξω ἐπ’ αὐτοὺς τὴν ἁµαρτίαν αὐτῶν. 35καὶ ἐπάταξεν κύριος τὸν λαὸν περὶ τῆς
ποιήσεως τοῦ µόσχου, οὗ ἐποίησεν Ααρων.
Exodus, Chapter 33
1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Πορεύου ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός σου, οὓς ἐξήγαγες
ἐκ γῆς Αἰγύπτου, εἰς τὴν γῆν, ἣν ὤµοσα τῷ Αβρααµ καὶ Ισαακ καὶ Ιακωβ λέγων Τῷ σπέρµατι ὑµῶν
δώσω αὐτήν. 2καὶ συναποστελῶ τὸν ἄíελόν µου πρὸ προσώπου σου, καὶ ἐκβαλεῖ τὸν Αµορραῖον καὶ
Χετταῖον καὶ Φερεζαῖον καὶ Γεργεσαῖον καὶ Ευαῖον καὶ Ιεβουσαῖον. 3καὶ εἰσάξω σε εἰς γῆν ῥέουσαν
γάλα καὶ µέλι· οὐ γὰρ µὴ συναναβῶ µετὰ σοῦ διὰ τὸ λαὸν σκληροτράχηλόν σε εἶναι, ἵνα µὴ
ἐξαναλώσω σε ἐν τῇ ὁδῷ. 4καὶ ἀκούσας ὁ λαὸς τὸ ῥῆµα τὸ πονηρὸν τοῦτο κατεπένθησαν ἐν πενθικοῖς.
5καὶ εἶπεν κύριος τοῖς υἱοῖς Ισραηλ Ὑµεῖς λαὸς σκληροτράχηλος· ὁρᾶτε µὴ πληγὴν ἄ²ην ἐπάξω ἐγὼ
ἐφ’ ὑµᾶς καὶ ἐξαναλώσω ὑµᾶς· νῦν οὖν ἀφέλεσθε τὰς στολὰς τῶν δοξῶν ὑµῶν καὶ τὸν κόσµον, καὶ
δείξω σοι ἃ ποιήσω σοι. 6καὶ περιείλαντο οἱ υἱοὶ Ισραηλ τὸν κόσµον αὐτῶν καὶ τὴν περιστολὴν ἀπὸ
τοῦ ὄρους τοῦ Χωρηβ.
7Καὶ λαβὼν Μωυσῆς τὴν σκηνὴν αὐτοῦ ἔπηξεν ἔξω τῆς παρεµβολῆς µακρὰν ἀπὸ τῆς
παρεµβολῆς, καὶ ἐκλήθη σκηνὴ µαρτυρίου· καὶ ἐγένετο πᾶς ὁ ζητῶν κύριον ἐξεπορεύετο εἰς τὴν
σκηνὴν ἔξω τῆς παρεµβολῆς. 8ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωυσῆς εἰς τὴν σκηνὴν ἔξω τῆς
παρεµβολῆς, εἱστήκει πᾶς ὁ λαὸς σκοπεύοντες ἕκαστος παρὰ τὰς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ
κατενοοῦσαν ἀπιόντος Μωυσῆ ἕως τοῦ εἰσελθεῖν αὐτὸν εἰς τὴν σκηνήν. 9ὡς δ’ ἂν εἰσῆλθεν Μωυσῆς
εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὴν θύραν τῆς σκηνῆς, καὶ ἐλάλει
Μωυσῇ· 10καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῆς θύρας τῆς σκηνῆς, καὶ
στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. 11καὶ ἐλάλησεν κύριος
πρὸς Μωυσῆν ἐνώπιος ἐνωπίῳ, ὡς εἴ τις λαλήσει πρὸς τὸν ἑαυτοῦ φίλον. καὶ ἀπελύετο εἰς τὴν
παρεµβολήν, ὁ δὲ θεράπων Ἰησοῦς υἱὸς Ναυη νέος οὐκ ἐξεπορεύετο ἐκ τῆς σκηνῆς.
12Καὶ εἶπεν Μωυσῆς πρὸς κύριον Ἰδοὺ σύ µοι λέγεις Ἀνάγαγε τὸν λαὸν τοῦτον· σὺ δὲ οὐκ
ἐδήλωσάς µοι ὃν συναποστελεῖς µετ’ ἐµοῦ· σὺ δέ µοι εἶπας Οἶδά σε παρὰ πάντας, καὶ χάριν ἔχεις
παρ’ ἐµοί. 13εἰ οὖν εὕρηκα χάριν ἐναντίον σου, ἐµφάνισόν µοι σεαυτόν· γνωστῶς ἴδω σε, ὅπως ἂν ὦ
εὑρηκὼς χάριν ἐναντίον σου, καὶ ἵνα γνῶ ὅτι λαός σου τὸ ἔθνος τὸ µέγα τοῦτο. 14καὶ λέγει Αὐτὸς
προπορεύσοµαί σου καὶ καταπαύσω σε. 15καὶ λέγει πρὸς αὐτόν Εἰ µὴ αὐτὸς σὺ πορεύῃ, µή µε
ἀναγάγῃς ἐντεῦθεν· 16καὶ πῶς γνωστὸν ἔσται ἀληθῶς ὅτι εὕρηκα χάριν παρὰ σοί, ἐγώ τε καὶ ὁ λαός
σου, ἀã’ ἢ συµπορευοµένου σου µεθ’ ἡµῶν; καὶ ἐνδοξασθήσοµαι ἐγώ τε καὶ ὁ λαός σου παρὰ πάντα
τὰ ἔθνη, ὅσα ἐπὶ τῆς γῆς ἐστιν. 17καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν
εἴρηκας, ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν µου, καὶ οἶδά σε παρὰ πάντας. 18καὶ λέγει Δεῖξόν µοι
τὴν σεαυτοῦ δόξαν. 19καὶ εἶπεν Ἐγὼ παρελεύσοµαι πρότερός σου τῇ δόξῃ µου καὶ καλέσω ἐπὶ τῷ
ὀνόµατί µου Κύριος ἐναντίον σου· καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτιρήσω ὃν ἂν οἰκτίρω. 20καὶ εἶπεν
Οὐ δυνήσῃ ἰδεῖν µου τὸ πρόσωπον· οὐ γὰρ µὴ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν µου καὶ ζήσεται. 21καὶ
εἶπεν κύριος Ἰδοὺ τόπος παρ’ ἐµοί, στήσῃ ἐπὶ τῆς πέτρας· 22ἡνίκα δ’ ἂν παρέλθῃ µου ἡ δόξα, καὶ
θήσω σε εἰς ὀπὴν τῆς πέτρας καὶ σκεπάσω τῇ χειρί µου ἐπὶ σέ, ἕως ἂν παρέλθω· 23καὶ ἀφελῶ τὴν
χεῖρα, καὶ τότε ὄψῃ τὰ ὀπίσω µου, τὸ δὲ πρόσωπόν µου οὐκ ὀφθήσεταί σοι.
Exodus, Chapter 34
1 Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Λάξευσον σεαυτῷ δύο πλάκας λιθίνας καθὼς καὶ αἱ πρῶται
καὶ ἀνάβηθι πρός µε εἰς τὸ ὄρος, καὶ γράψω ἐπὶ τῶν πλακῶν τὰ ῥήµατα, ἃ ἦν ἐν ταῖς πλαξὶν ταῖς
πρώταις, αἷς συνέτριψας. 2καὶ γίνου ἕτοιµος εἰς τὸ πρωὶ καὶ ἀναβήσῃ ἐπὶ τὸ ὄρος τὸ Σινα καὶ στήσῃ
µοι ἐκεῖ ἐπ’ ἄκρου τοῦ ὄρους. 3καὶ µηδεὶς ἀναβήτω µετὰ σοῦ µηδὲ ὀφθήτω ἐν παντὶ τῷ ὄρει· καὶ τὰ
πρόβατα καὶ αἱ βόες µὴ νεµέσθωσαν πλησίον τοῦ ὄρους ἐκείνου. 4καὶ ἐλάξευσεν δύο πλάκας λιθίνας
καθάπερ καὶ αἱ πρῶται· καὶ ὀρθρίσας Μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τὸ Σινα, καθότι συνέταξεν αὐτῷ
κύριος· καὶ ἔλαβεν Μωυσῆς τὰς δύο πλάκας τὰς λιθίνας. 5καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη
αὐτῷ ἐκεῖ· καὶ ἐκάλεσεν τῷ ὀνόµατι κυρίου. 6καὶ παρῆλθεν κύριος πρὸ προσώπου αὐτοῦ καὶ
ἐκάλεσεν Κύριος ὁ θεὸς οἰκτίρµων καὶ ἐλεήµων, µακρόθυµος καὶ πολυέλεος καὶ ἀληθινὸς 7καὶ
δικαιοσύνην διατηρῶν καὶ ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνοµίας καὶ ἀδικίας καὶ ἁµαρτίας, καὶ
οὐ καθαριεῖ τὸν ἔνοχον ἐπάγων ἀνοµίας πατέρων ἐπὶ τέκνα καὶ ἐπὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ
τετάρτην γενεάν. 8καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν 9καὶ εἶπεν Εἰ εὕρηκα
χάριν ἐνώπιόν σου, συµπορευθήτω ὁ κύριός µου µεθ’ ἡµῶν· ὁ λαὸς γὰρ σκληροτράχηλός ἐστιν, καὶ
ἀφελεῖς σὺ τὰς ἁµαρτίας ἡµῶν καὶ τὰς ἀνοµίας ἡµῶν, καὶ ἐσόµεθα σοί. 10καὶ εἶπεν κύριος πρὸς
Μωυσῆν Ἰδοὺ ἐγὼ τίθηµί σοι διαθήκην· ἐνώπιον παντὸς τοῦ λαοῦ σου ποιήσω ἔνδοξα, ἃ οὐ γέγονεν
ἐν πάσῃ τῇ γῇ καὶ ἐν παντὶ ἔθνει, καὶ ὄψεται πᾶς ὁ λαός, ἐν οἷς εἶ σύ, τὰ ἔργα κυρίου ὅτι θαυµαστά
ἐστιν ἃ ἐγὼ ποιήσω σοι. 11πρόσεχε σὺ πάντα, ὅσα ἐγὼ ἐντέãοµαί σοι. ἰδοὺ ἐγὼ ἐκβάãω πρὸ
προσώπου ὑµῶν τὸν Αµορραῖον καὶ Χαναναῖον καὶ Χετταῖον καὶ Φερεζαῖον καὶ Ευαῖον καὶ
Γεργεσαῖον καὶ Ιεβουσαῖον· 12πρόσεχε σεαυτῷ, µήποτε θῇς διαθήκην τοῖς ἐγκαθηµένοις ἐπὶ τῆς γῆς,
εἰς ἣν εἰσπορεύῃ εἰς αὐτήν, µή σοι γένηται πρόσκοµµα ἐν ὑµῖν. 13τοὺς βωµοὺς αὐτῶν καθελεῖτε καὶ
τὰς στήλας αὐτῶν συντρίψετε καὶ τὰ ἄλση αὐτῶν ἐκκόψετε καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν
κατακαύσετε ἐν πυρί. 14οὐ γὰρ µὴ προσκυνήσητε θεῷ ἑτέρῳ· ὁ γὰρ κύριος ὁ θεὸς ζηλωτὸν ὄνοµα,
θεὸς ζηλωτής ἐστιν. 15µήποτε θῇς διαθήκην τοῖς ἐγκαθηµένοις πρὸς ἀãοφύλους ἐπὶ τῆς γῆς, καὶ
ἐκπορνεύσωσιν ὀπίσω τῶν θεῶν αὐτῶν καὶ θύσωσι τοῖς θεοῖς αὐτῶν καὶ καλέσωσίν σε καὶ φάγῃς τῶν
θυµάτων αὐτῶν, 16καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου καὶ τῶν θυγατέρων σου δῷς τοῖς
υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν καὶ ἐκπορνεύσωσιν τοὺς
υἱούς σου ὀπίσω τῶν θεῶν αὐτῶν. 17καὶ θεοὺς χωνευτοὺς οὐ ποιήσεις σεαυτῷ. 18καὶ τὴν ἑορτὴν τῶν
ἀζύµων φυλάξῃ· ἑπτὰ ἡµέρας φάγῃ ἄζυµα, καθάπερ ἐντέταλµαί σοι, εἰς τὸν καιρὸν ἐν µηνὶ τῶν
νέων· ἐν γὰρ µηνὶ τῶν νέων ἐξῆλθες ἐξ Αἰγύπτου. 19πᾶν διανοῖγον µήτραν ἐµοί, τὰ ἀρσενικά,
πρωτότοκον µόσχου καὶ πρωτότοκον προβάτου. 20καὶ πρωτότοκον ὑποζυγίου λυτρώσῃ προβάτῳ· ἐὰν
δὲ µὴ λυτρώσῃ αὐτό, τιµὴν δώσεις. πᾶν πρωτότοκον τῶν υἱῶν σου λυτρώσῃ. οὐκ ὀφθήσῃ ἐνώπιόν
µου κενός. 21ἓξ ἡµέρας ἐργᾷ, τῇ δὲ ἑβδόµῃ καταπαύσεις· τῷ σπόρῳ καὶ τῷ ἀµήτῳ καταπαύσεις.
22καὶ ἑορτὴν ἑβδοµάδων ποιήσεις µοι ἀρχὴν θερισµοῦ πυρῶν καὶ ἑορτὴν συναγωγῆς µεσοῦντος τοῦ
ἐνιαυτοῦ. 23τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ὀφθήσεται πᾶν ἀρσενικόν σου ἐνώπιον κυρίου τοῦ θεοῦ
Ισραηλ· 24ὅταν γὰρ ἐκβάλω τὰ ἔθνη πρὸ προσώπου σου καὶ πλατύνω τὰ ὅριά σου, οὐκ ἐπιθυµήσει
οὐδεὶς τῆς γῆς σου, ἡνίκα ἂν ἀναβαίνῃς ὀφθῆναι ἐναντίον κυρίου τοῦ θεοῦ σου τρεῖς καιροὺς τοῦ
ἐνιαυτοῦ.
25Οὐ σφάξεις ἐπὶ ζύµῃ αἷµα θυµιαµάτων µου. καὶ οὐ κοιµηθήσεται εἰς τὸ πρωὶ θύµατα τῆς
ἑορτῆς τοῦ πασχα. 26τὰ πρωτογενήµατα τῆς γῆς σου θήσεις εἰς τὸν οἶκον κυρίου τοῦ θεοῦ σου. οὐ
προσοίσεις ἄρνα ἐν γάλακτι µητρὸς αὐτοῦ.
27Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν Γράψον σεαυτῷ τὰ ῥήµατα ταῦτα· ἐπὶ γὰρ τῶν λόγων τούτων
τέθειµαί σοι διαθήκην καὶ τῷ Ισραηλ. 28καὶ ἦν ἐκεῖ Μωυσῆς ἐναντίον κυρίου τεσσαράκοντα ἡµέρας
καὶ τεσσαράκοντα νύκτας· ἄρτον οὖκ ἔφαγεν καὶ ὕδωρ οὐκ ἔπιεν· καὶ ἔγραψεν τὰ ῥήµατα ταῦτα ἐπὶ
τῶν πλακῶν τῆς διαθήκης, τοὺς δέκα λόγους. — 29ὡς δὲ κατέβαινεν Μωυσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ
δύο πλάκες ἐπὶ τῶν χειρῶν Μωυσῆ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ ὄρους Μωυσῆς οὐκ ᾔδει ὅτι
δεδόξασται ἡ ὄψις τοῦ χρώµατος τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. 30καὶ εἶδεν Ααρων
καὶ πάντες οἱ πρεσβύτεροι Ισραηλ τὸν Μωυσῆν καὶ ἦν δεδοξασµένη ἡ ὄψις τοῦ χρώµατος τοῦ
προσώπου αὐτοῦ, καὶ ἐφοβήθησαν ἐíίσαι αὐτοῦ. 31καὶ ἐκάλεσεν αὐτοὺς Μωυσῆς, καὶ
ἐπεστράφησαν πρὸς αὐτὸν Ααρων καὶ πάντες οἱ ἄρχοντες τῆς συναγωγῆς, καὶ ἐλάλησεν αὐτοῖς
Μωυσῆς. 32καὶ µετὰ ταῦτα προσῆλθον πρὸς αὐτὸν πάντες οἱ υἱοὶ Ισραηλ, καὶ ἐνετείλατο αὐτοῖς
πάντα, ὅσα ἐλάλησεν κύριος πρὸς αὐτὸν ἐν τῷ ὄρει Σινα. 33καὶ ἐπειδὴ κατέπαυσεν λαλῶν πρὸς
αὐτούς, ἐπέθηκεν ἐπὶ τὸ πρόσωπον αὐτοῦ κάλυµµα. 34ἡνίκα δ’ ἂν εἰσεπορεύετο Μωυσῆς ἔναντι
κυρίου λαλεῖν αὐτῷ, περιῃρεῖτο τὸ κάλυµµα ἕως τοῦ ἐκπορεύεσθαι. καὶ ἐξελθὼν ἐλάλει πᾶσιν τοῖς
υἱοῖς Ισραηλ ὅσα ἐνετείλατο αὐτῷ κύριος, 35καὶ εἶδον οἱ υἱοὶ Ισραηλ τὸ πρόσωπον Μωυσῆ ὅτι
δεδόξασται, καὶ περιέθηκεν Μωυσῆς κάλυµµα ἐπὶ τὸ πρόσωπον ἑαυτοῦ, ἕως ἂν εἰσέλθῃ συãαλεῖν
αὐτῷ.
Exodus, Chapter 35
1Καὶ συνήθροισεν Μωυσῆς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ καὶ εἶπεν πρὸς αὐτούς Οὗτοι οἱ
λόγοι, οὓς εἶπεν κύριος ποιῆσαι αὐτούς. 2ἓξ ἡµέρας ποιήσεις ἔργα, τῇ δὲ ἡµέρᾳ τῇ ἑβδόµῃ
κατάπαυσις, ἅγιον, σάββατα, ἀνάπαυσις κυρίῳ· πᾶς ὁ ποιῶν ἔργον ἐν αὐτῇ τελευτάτω. 3οὐ καύσετε
πῦρ ἐν πάσῃ κατοικίᾳ ὑµῶν τῇ ἡµέρᾳ τῶν σαββάτων· ἐγὼ κύριος.
4Καὶ εἶπεν Μωυσῆς πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ισραηλ λέγων Τοῦτο τὸ ῥῆµα, ὃ συνέταξεν
κύριος λέγων 5Λάβετε παρ’ ὑµῶν αὐτῶν ἀφαίρεµα κυρίῳ· πᾶς ὁ καταδεχόµενος τῇ καρδίᾳ οἴσουσιν
τὰς ἀπαρχὰς κυρίῳ, χρυσίον, ἀργύριον, χαλκόν, 6ὑάκινθον, πορφύραν, κόκκινον διπλοῦν
διανενησµένον καὶ βύσσον κεκλωσµένην καὶ τρίχας αἰγείας 7καὶ δέρµατα κριῶν ἠρυθροδανωµένα καὶ
δέρµατα ὑακίνθινα καὶ ξύλα ἄσηπτα 9καὶ λίθους σαρδίου καὶ λίθους εἰς τὴν γλυφὴν εἰς τὴν ἐπωµίδα
καὶ τὸν ποδήρη. 10καὶ πᾶς σοφὸς τῇ καρδίᾳ ἐν ὑµῖν ἐλθὼν ἐργαζέσθω πάντα, ὅσα συνέταξεν κύριος·
11τὴν σκηνὴν καὶ τὰ παραρρύµατα καὶ τὰ καλύµµατα καὶ τὰ διατόνια καὶ τοὺς µοχλοὺς καὶ τοὺς
στύλους 12καὶ τὴν κιβωτὸν τοῦ µαρτυρίου καὶ τοὺς ἀναφορεῖς αὐτῆς καὶ τὸ ἱλαστήριον αὐτῆς καὶ τὸ
καταπέτασµα 12aκαὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους αὐτῆς καὶ τοὺς λίθους τῆς σµαράγδου καὶ
τὸ θυµίαµα καὶ τὸ ἔλαιον τοῦ χρίσµατος 13καὶ τὴν τράπεζαν καὶ πάντα τὰ σκεύη αὐτῆς 14καὶ τὴν
λυχνίαν τοῦ φωτὸς καὶ πάντα τὰ σκεύη αὐτῆς 16καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ
19καὶ τὰς στολὰς τὰς ἁγίας Ααρων τοῦ ἱερέως καὶ τὰς στολάς, ἐν αἷς λειτουργήσουσιν ἐν αὐταῖς, καὶ
τοὺς χιτῶνας τοῖς υἱοῖς Ααρων τῆς ἱερατείας καὶ τὸ ἔλαιον τοῦ χρίσµατος καὶ τὸ θυµίαµα τῆς
συνθέσεως. — 20καὶ ἐξῆλθεν πᾶσα συναγωγὴ υἱῶν Ισραηλ ἀπὸ Μωυσῆ 21καὶ ἤνεγκαν ἕκαστος ὧν
ἔφερεν αὐτῶν ἡ καρδία, καὶ ὅσοις ἔδοξεν τῇ ψυχῇ αὐτῶν, ἤνεγκαν ἀφαίρεµα κυρίῳ εἰς πάντα τὰ
ἔργα τῆς σκηνῆς τοῦ µαρτυρίου καὶ εἰς πάντα τὰ κάτεργα αὐτῆς καὶ εἰς πάσας τὰς στολὰς τοῦ ἁγίου.
22καὶ ἤνεγκαν οἱ ἄνδρες παρὰ τῶν γυναικῶν· πᾶς, ᾧ ἔδοξεν τῇ διανοίᾳ, ἤνεγκαν σφραγῖδας καὶ
ἐνώτια καὶ δακτυλίους καὶ ἐµπλόκια καὶ περιδέξια, πᾶν σκεῦος χρυσοῦν, καὶ πάντες, ὅσοι ἤνεγκαν
ἀφαιρέµατα χρυσίου κυρίῳ. 23καὶ παρ’ ᾧ εὑρέθη βύσσος καὶ δέρµατα ὑακίνθινα καὶ δέρµατα κριῶν
ἠρυθροδανωµένα, ἤνεγκαν. 24καὶ πᾶς ὁ ἀφαιρῶν ἀφαίρεµα ἀργύριον καὶ χαλκὸν ἤνεγκαν τὰ
ἀφαιρέµατα κυρίῳ, καὶ παρ’ οἷς εὑρέθη ξύλα ἄσηπτα εἰς πάντα τὰ ἔργα τῆς κατασκευῆς, ἤνεγκαν.
25καὶ πᾶσα γυνὴ σοφὴ τῇ διανοίᾳ ταῖς χερσὶν νήθειν ἤνεγκαν νενησµένα, τὴν ὑάκινθον καὶ τὴν
πορφύραν καὶ τὸ κόκκινον καὶ τὴν βύσσον· 26καὶ πᾶσαι αἱ γυναῖκες, αἷς ἔδοξεν τῇ διανοίᾳ αὐτῶν ἐν
σοφίᾳ, ἔνησαν τὰς τρίχας τὰς αἰγείας. 27καὶ οἱ ἄρχοντες ἤνεγκαν τοὺς λίθους τῆς σµαράγδου καὶ τοὺς
λίθους τῆς πληρώσεως εἰς τὴν ἐπωµίδα καὶ εἰς τὸ λογεῖον 28καὶ τὰς συνθέσεις καὶ τὸ ἔλαιον τῆς
χρίσεως καὶ τὴν σύνθεσιν τοῦ θυµιάµατος. 29καὶ πᾶς ἀνὴρ καὶ γυνή, ὧν ἔφερεν ἡ διάνοια αὐτῶν
εἰσελθόντας ποιεῖν πάντα τὰ ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι αὐτὰ διὰ Μωυσῆ, ἤνεγκαν οἱ υἱοὶ
Ισραηλ ἀφαίρεµα κυρίῳ.
30Καὶ εἶπεν Μωυσῆς τοῖς υἱοῖς Ισραηλ Ἰδοὺ ἀνακέκληκεν ὁ θεὸς ἐξ ὀνόµατος τὸν Βεσελεηλ τὸν
τοῦ Ουριου τὸν Ωρ ἐκ φυλῆς Ιουδα 31καὶ ἐνέπλησεν αὐτὸν πνεῦµα θεῖον σοφίας καὶ συνέσεως καὶ
ἐπιστήµης πάντων 32ἀρχιτεκτονεῖν κατὰ πάντα τὰ ἔργα τῆς ἀρχιτεκτονίας ποιεῖν τὸ χρυσίον καὶ τὸ
ἀργύριον καὶ τὸν χαλκὸν 33καὶ λιθουργῆσαι τὸν λίθον καὶ κατεργάζεσθαι τὰ ξύλα καὶ ποιεῖν ἐν παντὶ
ἔργῳ σοφίας· 34καὶ προβιβάσαι γε ἔδωκεν αὐτῷ ἐν τῇ διανοίᾳ, αὐτῷ τε καὶ Ελιαβ τῷ τοῦ Αχισαµακ
ἐκ φυλῆς Δαν· 35ἐνέπλησεν αὐτοὺς σοφίας καὶ συνέσεως διανοίας πάντα συνιέναι ποιῆσαι τὰ ἔργα
τοῦ ἁγίου καὶ τὰ ὑφαντὰ καὶ ποικιλτὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ ποιεῖν πᾶν ἔργον
ἀρχιτεκτονίας ποικιλίας.
Exodus, Chapter 36
1Καὶ ἐποίησεν Βεσελεηλ καὶ Ελιαβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ, ᾧ ἐδόθη σοφία καὶ ἐπιστήµη
ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα, κατὰ πάντα, ὅσα συνέταξεν
κύριος.
2Καὶ ἐκάλεσεν Μωυσῆς Βεσελεηλ καὶ Ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν, ᾧ ἔδωκεν ὁ
θεὸς ἐπιστήµην ἐν τῇ καρδίᾳ, καὶ πάντας τοὺς ἑκουσίως βουλοµένους προσπορεύεσθαι πρὸς τὰ ἔργα
ὥστε συντελεῖν αὐτά, 3καὶ ἔλαβον παρὰ Μωυσῆ πάντα τὰ ἀφαιρέµατα, ἃ ἤνεγκαν οἱ υἱοὶ Ισραηλ εἰς
πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά, καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόµενα παρὰ τῶν
φερόντων τὸ πρωὶ πρωί. 4καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου, ἕκαστος
κατὰ τὸ αὐτοῦ ἔργον, ὃ αὐτοὶ ἠργάζοντο, 5καὶ εἶπαν πρὸς Μωυσῆν ὅτι Πλῆθος φέρει ὁ λαὸς παρὰ τὰ
ἔργα, ὅσα συνέταξεν κύριος ποιῆσαι. 6καὶ προσέταξεν Μωυσῆς καὶ ἐκήρυξεν ἐν τῇ παρεµβολῇ λέγων
Ἀνὴρ καὶ γυνὴ µηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου· καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν.
7καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι, καὶ προσκατέλιπον.
8Καὶ ἐποίησεν πᾶς σοφὸς ἐν τοῖς ἐργαζοµένοις τὰς στολὰς τῶν ἁγίων, αἵ εἰσιν Ααρων τῷ ἱερεῖ,
καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. 9καὶ ἐποίησαν τὴν ἐπωµίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ
πορφύρας καὶ κοκκίνου νενησµένου καὶ βύσσου κεκλωσµένης. 10καὶ ἐτµήθη τὰ πέταλα τοῦ χρυσίου
τρίχες ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησµένῳ καὶ
σὺν τῇ βύσσῳ τῇ κεκλωσµένῃ ἔργον ὑφαντόν· 11ἐποίησαν αὐτὸ ἐπωµίδας συνεχούσας ἐξ ἀµφοτέρων
τῶν µερῶν, 12ἔργον ὑφαντὸν εἰς ἄ²ηλα συµπεπλεγµένον καθ’ ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν
αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησµένου καὶ βύσσου
κεκλωσµένης, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. 13καὶ ἐποίησαν ἀµφοτέρους τοὺς λίθους τῆς
σµαράγδου συµπεπορπηµένους καὶ περισεσιαλωµένους χρυσίῳ, γεγλυµµένους καὶ ἐκκεκολαµµένους
ἐκκόλαµµα σφραγῖδος ἐκ τῶν ὀνοµάτων τῶν υἱῶν Ισραηλ· 14καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤµους τῆς
ἐπωµίδος, λίθους µνηµοσύνου τῶν υἱῶν Ισραηλ, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
15Καὶ ἐποίησαν λογεῖον, ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωµίδος ἐκ χρυσίου καὶ
ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησµένου καὶ βύσσου κεκλωσµένης· 16τετράγωνον
διπλοῦν ἐποίησαν τὸ λογεῖον, σπιθαµῆς τὸ µῆκος καὶ σπιθαµῆς τὸ εὖρος, διπλοῦν. 17καὶ συνυφάνθη
ἐν αὐτῷ ὕφασµα κατάλιθον τετράστιχον· στίχος λίθων σάρδιον καὶ τοπάζιον καὶ σµάραγδος, ὁ στίχος
ὁ εἷς· 18καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις· 19καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ
ἀχάτης καὶ ἀµέθυστος· 20καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύãιον καὶ ὀνύχιον·
περικεκυκλωµένα χρυσίῳ καὶ συνδεδεµένα χρυσίῳ. 21καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνοµάτων τῶν υἱῶν
Ισραηλ δώδεκα ἐκ τῶν ὀνοµάτων αὐτῶν, ἐíεγραµµένα εἰς σφραγῖδας, ἕκαστος ἐκ τοῦ ἑαυτοῦ
ὀνόµατος, εἰς τὰς δώδεκα φυλάς. 22καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συµπεπλεγµένους, ἔργον
ἐµπλοκίου ἐκ χρυσίου καθαροῦ· 23καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς
καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ’ ἀµφοτέρας τὰς ἀρχὰς τοῦ λογείου· 24καὶ
ἐπέθηκαν τὰ ἐµπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ’ ἀµφοτέρων τῶν µερῶν τοῦ λογείου 25καὶ
εἰς τὰς δύο συµβολὰς τὰ δύο ἐµπλόκια καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς
ὤµους τῆς ἐπωµίδος ἐξ ἐναντίας κατὰ πρόσωπον. 26καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ
ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ’ ἄκρου τοῦ λογείου ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωµίδος
ἔσωθεν. 27καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπ’ ἀµφοτέρους τοὺς ὤµους τῆς
ἐπωµίδος κάτωθεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συµβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωµίδος.
28καὶ συνέσφιγξεν τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ’ αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωµίδος,
συνεχοµένους ἐκ τῆς ὑακίνθου, συµπεπλεγµένους εἰς τὸ ὕφασµα τῆς ἐπωµίδος, ἵνα µὴ χαλᾶται τὸ
λογεῖον ἀπὸ τῆς ἐπωµίδος, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ.
29Καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωµίδα, ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον· 30τὸ δὲ
περιστόµιον τοῦ ὑποδύτου ἐν τῷ µέσῳ διυφασµένον συµπλεκτόν, ᾤαν ἔχον κύκλῳ τὸ περιστόµιον
ἀδιάλυτον. 31καὶ ἐποίησαν ἐπὶ τοῦ λώµατος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους ἐξ
ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησµένου καὶ βύσσου κεκλωσµένης 32καὶ ἐποίησαν κώδωνας
χρυσοῦς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶµα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ µέσον τῶν ῥοίσκων·
33κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώµατος τοῦ ὑποδύτου κύκλῳ εἰς τὸ λειτουργεῖν, καθὰ
συνέταξεν κύριος τῷ Μωυσῇ.
34Καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν Ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ 35καὶ τὰς κιδάρεις
ἐκ βύσσου καὶ τὴν µίτραν ἐκ βύσσου καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσµένης 36καὶ τὰς ζώνας
αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησµένου, ἔργον ποικιλτοῦ, ὃν τρόπον
συνέταξεν κύριος τῷ Μωυσῇ.
37Καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν, ἀφόρισµα τοῦ ἁγίου, χρυσίου καθαροῦ· καὶ ἔγραψεν ἐπ’
αὐτοῦ γράµµατα ἐκτετυπωµένα σφραγῖδος Ἁγίασµα κυρίῳ· 38καὶ ἐπέθηκαν ἐπ’ αὐτὸ λῶµα
ὑακίνθινον ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν µίτραν ἄνωθεν, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ.
Exodus, Chapter 37
1Καὶ ἐποίησαν τῇ σκηνῇ δέκα αὐλαίας, 2ὀκτὼ καὶ εἴκοσι πήχεων µῆκος τῆς αὐλαίας τῆς µιᾶς
— τὸ αὐτὸ ἦσαν πᾶσαι — καὶ τεσσάρων πηχῶν τὸ εὖρος τῆς αὐλαίας τῆς µιᾶς. 3καὶ ἐποίησαν τὸ
καταπέτασµα ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησµένου καὶ βύσσου κεκλωσµένης, ἔργον
ὑφάντου χερουβιµ, 4καὶ ἐπέθηκαν αὐτὸ ἐπὶ τέσσαρας στύλους ἀσήπτους κατακεχρυσωµένους ἐν
χρυσίῳ, καὶ αἱ κεφαλίδες αὐτῶν χρυσαῖ, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες ἀργυραῖ. 5καὶ ἐποίησαν τὸ
καταπέτασµα τῆς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου
νενησµένου καὶ βύσσου κεκλωσµένης, ἔργον ὑφάντου χερουβιµ, 6καὶ τοὺς στύλους αὐτοῦ πέντε καὶ
τοὺς κρίκους· καὶ τὰς κεφαλίδας αὐτῶν καὶ τὰς ψαλίδας αὐτῶν κατεχρύσωσαν χρυσίῳ, καὶ αἱ βάσεις
αὐτῶν πέντε χαλκαῖ.
7Καὶ ἐποίησαν τὴν αὐλήν· τὰ πρὸς λίβα ἱστία τῆς αὐλῆς ἐκ βύσσου κεκλωσµένης ἑκατὸν ἐφ’
ἑκατόν, 8καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 9καὶ τὸ κλίτος τὸ πρὸς βορρᾶν
ἑκατὸν ἐφ’ ἑκατόν, καὶ οἱ στῦλοι αὐτῶν εἴκοσι, καὶ αἱ βάσεις αὐτῶν εἴκοσι· 10καὶ τὸ κλίτος τὸ πρὸς
θάλασσαν αὐλαῖαι πεντήκοντα πήχεων, στῦλοι αὐτῶν δέκα, καὶ αἱ βάσεις αὐτῶν δέκα· 11καὶ τὸ
κλίτος τὸ πρὸς ἀνατολὰς πεντήκοντα πήχεων, 12ἱστία πεντεκαίδεκα πήχεων τὸ κατὰ νώτου, καὶ οἱ
στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις αὐτῶν τρεῖς, 13καὶ ἐπὶ τοῦ νώτου τοῦ δευτέρου ἔνθεν καὶ ἔνθεν
κατὰ τὴν πύλην τῆς αὐλῆς αὐλαῖαι πεντεκαίδεκα πήχεων, καὶ οἱ στῦλοι αὐτῶν τρεῖς, καὶ αἱ βάσεις
αὐτῶν τρεῖς. 14πᾶσαι αἱ αὐλαῖαι τῆς αὐλῆς ἐκ βύσσου κεκλωσµένης, 15καὶ αἱ βάσεις τῶν στύλων
χαλκαῖ, καὶ αἱ ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωµέναι ἀργυρίῳ, καὶ οἱ
στῦλοι περιηργυρωµένοι ἀργυρίῳ, πάντες οἱ στῦλοι τῆς αὐλῆς. — 16καὶ τὸ καταπέτασµα τῆς πύλης
τῆς αὐλῆς ἔργον ποικιλτοῦ ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησµένου καὶ βύσσου
κεκλωσµένης, εἴκοσι πήχεων τὸ µῆκος, καὶ τὸ ὕψος καὶ τὸ εὖρος πέντε πήχεων ἐξισούµενον τοῖς
ἱστίοις τῆς αὐλῆς· 17καὶ οἱ στῦλοι αὐτῶν τέσσαρες, καὶ αἱ βάσεις αὐτῶν τέσσαρες χαλκαῖ, καὶ αἱ
ἀγκύλαι αὐτῶν ἀργυραῖ, καὶ αἱ κεφαλίδες αὐτῶν περιηργυρωµέναι ἀργυρίῳ· 18καὶ αὐτοὶ
περιηργυρωµένοι ἀργυρίῳ, καὶ πάντες οἱ πάσσαλοι τῆς αὐλῆς κύκλῳ χαλκοῖ.
19Καὶ αὕτη ἡ σύνταξις τῆς σκηνῆς τοῦ µαρτυρίου, καθὰ συνετάγη Μωυσῇ τὴν λειτουργίαν εἶναι
τῶν Λευιτῶν διὰ Ιθαµαρ τοῦ υἱοῦ Ααρων τοῦ ἱερέως. 20καὶ Βεσελεηλ ὁ τοῦ Ουριου ἐκ φυλῆς Ιουδα
ἐποίησεν καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, 21καὶ Ελιαβ ὁ τοῦ Αχισαµακ ἐκ τῆς φυλῆς Δαν, ὃς
ἠρχιτεκτόνησεν τὰ ὑφαντὰ καὶ τὰ ῥαφιδευτὰ καὶ ποικιλτικὰ ὑφᾶναι τῷ κοκκίνῳ καὶ τῇ βύσσῳ.
Exodus, Chapter 38
1Καὶ ἐποίησεν Βεσελεηλ τὴν κιβωτὸν 2καὶ κατεχρύσωσεν αὐτὴν χρυσίῳ καθαρῷ ἔσωθεν καὶ
ἔξωθεν. 3καὶ ἐχώνευσεν αὐτῇ τέσσαρας δακτυλίους χρυσοῦς, δύο ἐπὶ τὸ κλίτος τὸ ἓν καὶ δύο ἐπὶ τὸ
κλίτος τὸ δεύτερον, 4εὐρεῖς τοῖς διωστῆρσιν ὥστε αἴρειν αὐτὴν ἐν αὐτοῖς. 5καὶ ἐποίησεν τὸ
ἱλαστήριον ἐπάνωθεν τῆς κιβωτοῦ ἐκ χρυσίου 6καὶ τοὺς δύο χερουβιµ χρυσοῦς, 7χερουβ ἕνα ἐπὶ τὸ
ἄκρον τοῦ ἱλαστηρίου τὸ ἓν καὶ χερουβ ἕνα ἐπὶ τὸ ἄκρον τὸ δεύτερον τοῦ ἱλαστηρίου, 8σκιάζοντα
ταῖς πτέρυξιν αὐτῶν ἐπὶ τὸ ἱλαστήριον.
9Καὶ ἐποίησεν τὴν τράπεζαν τὴν προκειµένην ἐκ χρυσίου καθαροῦ· 10καὶ ἐχώνευσεν αὐτῇ
τέσσαρας δακτυλίους, δύο ἐπὶ τοῦ κλίτους τοῦ ἑνὸς καὶ δύο ἐπὶ τοῦ κλίτους τοῦ δευτέρου, εὐρεῖς
ὥστε αἴρειν τοῖς διωστῆρσιν ἐν αὐτοῖς. 11καὶ τοὺς διωστῆρας τῆς κιβωτοῦ καὶ τῆς τραπέζης ἐποίησεν
καὶ κατεχρύσωσεν αὐτοὺς χρυσίῳ. 12καὶ ἐποίησεν τὰ σκεύη τῆς τραπέζης, τά τε τρύβλια καὶ τὰς
θυίσκας καὶ τοὺς κυάθους καὶ τὰ σπονδεῖα, ἐν οἷς σπείσει ἐν αὐτοῖς, χρυσᾶ.
13Καὶ ἐποίησεν τὴν λυχνίαν, ἣ φωτίζει, χρυσῆν, στερεὰν τὸν καυλόν, 14καὶ τοὺς καλαµίσκους ἐξ
ἀµφοτέρων τῶν µερῶν αὐτῆς· 15ἐκ τῶν καλαµίσκων αὐτῆς οἱ βλαστοὶ ἐξέχοντες, τρεῖς ἐκ τούτου καὶ
τρεῖς ἐκ τούτου, ἐξισούµενοι ἀãήλοις· 16καὶ τὰ λαµπαδεῖα αὐτῶν, ἅ ἐστιν ἐπὶ τῶν ἄκρων, καρυωτὰ
ἐξ αὐτῶν· καὶ τὰ ἐνθέµια ἐξ αὐτῶν, ἵνα ὦσιν ἐπ’ αὐτῶν οἱ λύχνοι, καὶ τὸ ἐνθέµιον τὸ ἕβδοµον ἀπ’
ἄκρου τοῦ λαµπαδείου ἐπὶ τῆς κορυφῆς ἄνωθεν, στερεὸν ὅλον χρυσοῦν· 17καὶ ἑπτὰ λύχνους ἐπ’ αὐτῆς
χρυσοῦς καὶ τὰς λαβίδας αὐτῆς χρυσᾶς καὶ τὰς ἐπαρυστρίδας αὐτῶν χρυσᾶς.
18Οὗτος περιηργύρωσεν τοὺς στύλους καὶ ἐχώνευσεν τῷ στύλῳ δακτυλίους χρυσοῦς καὶ
ἐχρύσωσεν τοὺς µοχλοὺς χρυσίῳ καὶ κατεχρύσωσεν τοὺς στύλους τοῦ καταπετάσµατος χρυσίῳ καὶ
ἐποίησεν τὰς ἀγκύλας χρυσᾶς. 19οὗτος ἐποίησεν καὶ τοὺς κρίκους τῆς σκηνῆς χρυσοῦς καὶ τοὺς
κρίκους τῆς αὐλῆς καὶ κρίκους εἰς τὸ ἐκτείνειν τὸ κατακάλυµµα ἄνωθεν χαλκοῦς. 20οὗτος ἐχώνευσεν
τὰς κεφαλίδας τὰς ἀργυρᾶς τῆς σκηνῆς καὶ τὰς κεφαλίδας τὰς χαλκᾶς τῆς θύρας τῆς σκηνῆς καὶ τὴν
πύλην τῆς αὐλῆς καὶ ἀγκύλας ἐποίησεν τοῖς στύλοις ἀργυρᾶς ἐπὶ τῶν στύλων· οὗτος περιηργύρωσεν
αὐτάς. 21οὗτος ἐποίησεν καὶ τοὺς πασσάλους τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς χαλκοῦς.
22οὗτος ἐποίησεν τὸ θυσιαστήριον τὸ χαλκοῦν ἐκ τῶν πυρείων τῶν χαλκῶν, ἃ ἦσαν τοῖς ἀνδράσιν τοῖς
καταστασιάσασι µετὰ τῆς Κορε συναγωγῆς. 23οὗτος ἐποίησεν πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ
τὸ πυρεῖον αὐτοῦ καὶ τὴν βάσιν καὶ τὰς φιάλας καὶ τὰς κρεάγρας χαλκᾶς. 24οὗτος ἐποίησεν τῷ
θυσιαστηρίῳ παράθεµα, ἔργον δικτυωτόν, κάτωθεν τοῦ πυρείου ὑπὸ αὐτὸ ἕως τοῦ ἡµίσους αὐτοῦ καὶ
ἐπέθηκεν αὐτῷ τέσσαρας δακτυλίους ἐκ τῶν τεσσάρων µερῶν τοῦ παραθέµατος τοῦ θυσιαστηρίου
χαλκοῦς, τοῖς µοχλοῖς εὐρεῖς ὥστε αἴρειν τὸ θυσιαστήριον ἐν αὐτοῖς. 25οὗτος ἐποίησεν τὸ ἔλαιον τῆς
χρίσεως τὸ ἅγιον καὶ τὴν σύνθεσιν τοῦ θυµιάµατος, καθαρὸν ἔργον µυρεψοῦ. 26οὗτος ἐποίησεν τὸν
λουτῆρα χαλκοῦν καὶ τὴν βάσιν αὐτοῦ χαλκῆν ἐκ τῶν κατόπτρων τῶν νηστευσασῶν, αἳ ἐνήστευσαν
παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου ἐν ᾗ ἡµέρᾳ ἔπηξεν αὐτήν· 27καὶ ἐποίησεν τὸν λουτῆρα,
ἵνα νίπτωνται ἐξ αὐτοῦ Μωυσῆς καὶ Ααρων καὶ οἱ υἱοὶ αὐτοῦ τὰς χεῖρας αὐτῶν καὶ τοὺς πόδας·
εἰσπορευοµένων αὐτῶν εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου ἢ ὅταν προσπορεύωνται πρὸς τὸ θυσιαστήριον
λειτουργεῖν, ἐνίπτοντο ἐξ αὐτοῦ, καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ.
Exodus, Chapter 39
1 Πᾶν τὸ χρυσίον, ὃ κατειργάσθη εἰς τὰ ἔργα κατὰ πᾶσαν τὴν ἐργασίαν τῶν ἁγίων, ἐγένετο
χρυσίου τοῦ τῆς ἀπαρχῆς ἐννέα καὶ εἴκοσι τάλαντα καὶ ἑπτακόσιοι εἴκοσι σίκλοι κατὰ τὸν σίκλον τὸν
ἅγιον· 2καὶ ἀργυρίου ἀφαίρεµα παρὰ τῶν ἐπεσκεµµένων ἀνδρῶν τῆς συναγωγῆς ἑκατὸν τάλαντα καὶ
χίλιοι ἑπτακόσιοι ἑβδοµήκοντα πέντε σίκλοι, 3δραχµὴ µία τῇ κεφαλῇ τὸ ἥµισυ τοῦ σίκλου κατὰ τὸν
σίκλον τὸν ἅγιον, πᾶς ὁ παραπορευόµενος τὴν ἐπίσκεψιν ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω εἰς τὰς
ἑξήκοντα µυριάδας καὶ τρισχίλιοι πεντακόσιοι καὶ πεντήκοντα. 4καὶ ἐγενήθη τὰ ἑκατὸν τάλαντα τοῦ
ἀργυρίου εἰς τὴν χώνευσιν τῶν ἑκατὸν κεφαλίδων τῆς σκηνῆς καὶ εἰς τὰς κεφαλίδας τοῦ
καταπετάσµατος, ἑκατὸν κεφαλίδες εἰς τὰ ἑκατὸν τάλαντα, τάλαντον τῇ κεφαλίδι. 5καὶ τοὺς χιλίους
ἑπτακοσίους ἑβδοµήκοντα πέντε σίκλους ἐποίησαν εἰς τὰς ἀγκύλας τοῖς στύλοις, καὶ κατεχρύσωσεν
τὰς κεφαλίδας αὐτῶν καὶ κατεκόσµησεν αὐτούς. 6καὶ ὁ χαλκὸς τοῦ ἀφαιρέµατος ἑβδοµήκοντα
τάλαντα καὶ χίλιοι πεντακόσιοι σίκλοι. 7καὶ ἐποίησεν ἐξ αὐτοῦ τὰς βάσεις τῆς θύρας τῆς σκηνῆς τοῦ
µαρτυρίου 8καὶ τὰς βάσεις τῆς αὐλῆς κύκλῳ καὶ τὰς βάσεις τῆς πύλης τῆς αὐλῆς καὶ τοὺς πασσάλους
τῆς σκηνῆς καὶ τοὺς πασσάλους τῆς αὐλῆς κύκλῳ 9καὶ τὸ παράθεµα τὸ χαλκοῦν τοῦ θυσιαστηρίου
καὶ πάντα τὰ σκεύη τοῦ θυσιαστηρίου καὶ πάντα τὰ ἐργαλεῖα τῆς σκηνῆς τοῦ µαρτυρίου. 10καὶ
ἐποίησαν οἱ υἱοὶ Ισραηλ καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν.
11Τὸ δὲ λοιπὸν χρυσίον τοῦ ἀφαιρέµατος ἐποίησαν σκεύη εἰς τὸ λειτουργεῖν ἐν αὐτοῖς ἔναντι
κυρίου. 12καὶ τὴν καταλειφθεῖσαν ὑάκινθον καὶ πορφύραν καὶ τὸ κόκκινον ἐποίησαν στολὰς
λειτουργικὰς Ααρων ὥστε λειτουργεῖν ἐν αὐταῖς ἐν τῷ ἁγίῳ.
13Καὶ ἤνεγκαν τὰς στολὰς πρὸς Μωυσῆν καὶ τὴν σκηνὴν καὶ τὰ σκεύη αὐτῆς καὶ τὰς βάσεις καὶ
τοὺς µοχλοὺς αὐτῆς καὶ τοὺς στύλους 14καὶ τὴν κιβωτὸν τῆς διαθήκης καὶ τοὺς διωστῆρας αὐτῆς
15καὶ τὸ θυσιαστήριον καὶ πάντα τὰ σκεύη αὐτοῦ καὶ τὸ ἔλαιον τῆς χρίσεως καὶ τὸ θυµίαµα τῆς
συνθέσεως 16καὶ τὴν λυχνίαν τὴν καθαρὰν καὶ τοὺς λύχνους αὐτῆς, λύχνους τῆς καύσεως, καὶ τὸ
ἔλαιον τοῦ φωτὸς 17καὶ τὴν τράπεζαν τῆς προθέσεως καὶ πάντα τὰ αὐτῆς σκεύη καὶ τοὺς ἄρτους τοὺς
προκειµένους 18καὶ τὰς στολὰς τοῦ ἁγίου, αἵ εἰσιν Ααρων, καὶ τὰς στολὰς τῶν υἱῶν αὐτοῦ εἰς τὴν
ἱερατείαν 19καὶ τὰ ἱστία τῆς αὐλῆς καὶ τοὺς στύλους καὶ τὸ καταπέτασµα τῆς θύρας τῆς σκηνῆς καὶ
τῆς πύλης τῆς αὐλῆς καὶ πάντα τὰ σκεύη τῆς σκηνῆς καὶ πάντα τὰ ἐργαλεῖα αὐτῆς 20καὶ τὰς
διφθέρας δέρµατα κριῶν ἠρυθροδανωµένα καὶ τὰ καλύµµατα δέρµατα ὑακίνθινα καὶ τῶν λοιπῶν τὰ
ἐπικαλύµµατα 21καὶ τοὺς πασσάλους καὶ πάντα τὰ ἐργαλεῖα τὰ εἰς τὰ ἔργα τῆς σκηνῆς τοῦ
µαρτυρίου· 22ὅσα συνέταξεν κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ισραηλ πᾶσαν τὴν ἀποσκευήν.
23καὶ εἶδεν Μωυσῆς πάντα τὰ ἔργα, καὶ ἦσαν πεποιηκότες αὐτὰ ὃν τρόπον συνέταξεν κύριος τῷ
Μωυσῇ, οὕτως ἐποίησαν αὐτά· καὶ εὐλόγησεν αὐτοὺς Μωυσῆς.
Exodus, Chapter 40
1Καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων 2Ἐν ἡµέρᾳ µιᾷ τοῦ µηνὸς τοῦ πρώτου νουµηνίᾳ
στήσεις τὴν σκηνὴν τοῦ µαρτυρίου 3καὶ θήσεις τὴν κιβωτὸν τοῦ µαρτυρίου καὶ σκεπάσεις τὴν
κιβωτὸν τῷ καταπετάσµατι 4καὶ εἰσοίσεις τὴν τράπεζαν καὶ προθήσεις τὴν πρόθεσιν αὐτῆς καὶ
εἰσοίσεις τὴν λυχνίαν καὶ ἐπιθήσεις τοὺς λύχνους αὐτῆς 5καὶ θήσεις τὸ θυσιαστήριον τὸ χρυσοῦν εἰς
τὸ θυµιᾶν ἐναντίον τῆς κιβωτοῦ καὶ ἐπιθήσεις κάλυµµα καταπετάσµατος ἐπὶ τὴν θύραν τῆς σκηνῆς
τοῦ µαρτυρίου 6καὶ τὸ θυσιαστήριον τῶν καρπωµάτων θήσεις παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ
µαρτυρίου 8καὶ περιθήσεις τὴν σκηνὴν καὶ πάντα τὰ αὐτῆς ἁγιάσεις κύκλῳ. 9καὶ λήµψῃ τὸ ἔλαιον
τοῦ χρίσµατος καὶ χρίσεις τὴν σκηνὴν καὶ πάντα τὰ ἐν αὐτῇ καὶ ἁγιάσεις αὐτὴν καὶ πάντα τὰ σκεύη
αὐτῆς, καὶ ἔσται ἁγία. 10καὶ χρίσεις τὸ θυσιαστήριον τῶν καρπωµάτων καὶ πάντα αὐτοῦ τὰ σκεύη
καὶ ἁγιάσεις τὸ θυσιαστήριον, καὶ ἔσται τὸ θυσιαστήριον ἅγιον τῶν ἁγίων. 12καὶ προσάξεις Ααρων
καὶ τοὺς υἱοὺς αὐτοῦ ἐπὶ τὰς θύρας τῆς σκηνῆς τοῦ µαρτυρίου καὶ λούσεις αὐτοὺς ὕδατι 13καὶ
ἐνδύσεις Ααρων τὰς στολὰς τὰς ἁγίας καὶ χρίσεις αὐτὸν καὶ ἁγιάσεις αὐτόν, καὶ ἱερατεύσει µοι· 14καὶ
τοὺς υἱοὺς αὐτοῦ προσάξεις καὶ ἐνδύσεις αὐτοὺς χιτῶνας 15καὶ ἀλείψεις αὐτούς, ὃν τρόπον ἤλειψας
τὸν πατέρα αὐτῶν, καὶ ἱερατεύσουσίν µοι· καὶ ἔσται ὥστε εἶναι αὐτοῖς χρῖσµα ἱερατείας εἰς τὸν
αἰῶνα εἰς τὰς γενεὰς αὐτῶν. 16καὶ ἐποίησεν Μωυσῆς πάντα, ὅσα ἐνετείλατο αὐτῷ κύριος, οὕτως
ἐποίησεν.
17Καὶ ἐγένετο ἐν τῷ µηνὶ τῷ πρώτῳ τῷ δευτέρῳ ἔτει ἐκπορευοµένων αὐτῶν ἐξ Αἰγύπτου
νουµηνίᾳ ἐστάθη ἡ σκηνή· 18καὶ ἔστησεν Μωυσῆς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὰς κεφαλίδας καὶ
διενέβαλεν τοὺς µοχλοὺς καὶ ἔστησεν τοὺς στύλους 19καὶ ἐξέτεινεν τὰς αὐλαίας ἐπὶ τὴν σκηνὴν καὶ
ἐπέθηκεν τὸ κατακάλυµµα τῆς σκηνῆς ἐπ’ αὐτῆς ἄνωθεν, καθὰ συνέταξεν κύριος τῷ Μωυσῇ. —
20καὶ λαβὼν τὰ µαρτύρια ἐνέβαλεν εἰς τὴν κιβωτὸν καὶ ὑπέθηκεν τοὺς διωστῆρας ὑπὸ τὴν κιβωτὸν
21καὶ εἰσήνεγκεν τὴν κιβωτὸν εἰς τὴν σκηνὴν καὶ ἐπέθηκεν τὸ κατακάλυµµα τοῦ καταπετάσµατος
καὶ ἐσκέπασεν τὴν κιβωτὸν τοῦ µαρτυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. — 22καὶ ἔθηκεν
τὴν τράπεζαν εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου ἐπὶ τὸ κλίτος τῆς σκηνῆς τοῦ µαρτυρίου τὸ πρὸς βορρᾶν
ἔξωθεν τοῦ καταπετάσµατος τῆς σκηνῆς 23καὶ προέθηκεν ἐπ’ αὐτῆς ἄρτους τῆς προθέσεως ἔναντι
κυρίου, ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. — 24καὶ ἔθηκεν τὴν λυχνίαν εἰς τὴν σκηνὴν τοῦ
µαρτυρίου εἰς τὸ κλίτος τῆς σκηνῆς τὸ πρὸς νότον 25καὶ ἐπέθηκεν τοὺς λύχνους αὐτῆς ἔναντι κυρίου,
ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ. — 26καὶ ἔθηκεν τὸ θυσιαστήριον τὸ χρυσοῦν ἐν τῇ σκηνῇ
τοῦ µαρτυρίου ἀπέναντι τοῦ καταπετάσµατος 27καὶ ἐθυµίασεν ἐπ’ αὐτοῦ τὸ θυµίαµα τῆς συνθέσεως,
καθάπερ συνέταξεν κύριος τῷ Μωυσῇ. — 29καὶ τὸ θυσιαστήριον τῶν καρπωµάτων ἔθηκεν παρὰ τὰς
θύρας τῆς σκηνῆς 33καὶ ἔστησεν τὴν αὐλὴν κύκλῳ τῆς σκηνῆς καὶ τοῦ θυσιαστηρίου. καὶ συνετέλεσεν
Μωυσῆς πάντα τὰ ἔργα.
34Καὶ ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνὴν τοῦ µαρτυρίου, καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή· 35καὶ
οὐκ ἠδυνάσθη Μωυσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ µαρτυρίου, ὅτι ἐπεσκίαζεν ἐπ’ αὐτὴν ἡ νεφέλη
καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή. 36ἡνίκα δ’ ἂν ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, ἀνεζεύγνυσαν οἱ
υἱοὶ Ισραηλ σὺν τῇ ἀπαρτίᾳ αὐτῶν· 37εἰ δὲ µὴ ἀνέβη ἡ νεφέλη, οὐκ ἀνεζεύγνυσαν ἕως τῆς ἡµέρας, ἧς
ἀνέβη ἡ νεφέλη· 38νεφέλη γὰρ ἦν ἐπὶ τῆς σκηνῆς ἡµέρας καὶ πῦρ ἦν ἐπ’ αὐτῆς νυκτὸς ἐναντίον
παντὸς Ισραηλ ἐν πάσαις ταῖς ἀναζυγαῖς αὐτῶν.
THE END